← 欧纳桑德

将领论

§29.1-29.3

以战吼与剑光震慑敌军及适时出营迎战

论述在冲锋时借助呐喊与利剑的反光震慑敌军的战术要领,以及在侦察明敌军阵势前暂将兵力留在营内的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

Ἐπαγέτω δὲ τὸ στράτευμα καὶ σὺν ἀλαλαγμῷ, ποτὲ δὲ καὶ σὺν δρόμῳ· καὶ γὰρ ὄψις καὶ βοὴ καὶ πάταγος ὅπλων ἐξίστησι τὰς τῶν ἐναντίων διανοίας.

将领还应当让军队伴着呐喊声推进,有时甚至以奔跑之势前进;因为景象、呐喊与兵器的铿锵声,足以使敌人的神志陷入惊乱。

§29.2

ἀνατεινόντων1 δὲ κατὰ τὰς ἐφόδους ἀθρόοι, πρὶν εἰς χεῖρας ἐλθεῖν, ὑπὲρ τὰς κεφαλὰς μετέωρα2 τὰ ξίφη πρὸς τὸν ἥλιον θαμὰ παρεγκλίνοντες· ἐσμηγμέναι γὰρ αἰχμαὶ καὶ λαμπρὰ ξίφη καὶ ἐπάλληλα παραμαρμαίροντα πρὸς ἀνταύγειαν ἡλίου δεινὴν ἀστραπὴν πολέμου προεκπέμπει· καὶ ταυτὶ μὲν εἰ γίγνοιτο καὶ παρὰ τοῖς πολεμίοις, ἀντικαταπλήττειν ἀναγκαῖον, εἰ δὲ μή, προεκπλήττειν.

在发起冲锋之际、交手肉搏之前,士兵们应当一齐将利剑高举过头,频繁朝向太阳倾侧;因为擦亮的枪尖与明亮的利剑迎着日光接连闪烁,会先期迸发出令人胆寒的战争闪电;若敌军也如此施为,便有必要以同等的震慑予以反击,若不然,则须先发制人以震慑之。

§29.3

Ἐνίοτε δέ ποτε χρήσιμον ἐν καιρῷ μὴ φθάνειν ἐκτάττοντα3 τὴν δύναμιν, ἀλλὰ τέως ἐντὸς τοῦ χάρακος κατέχειν, ἄχρι ἂν κατοπτεύσῃ τὴν τῶν πολεμίων παράταξιν, ὁποία τίς ἐστι4 καὶ ὡς τέτακται καὶ ἐφʼ οἵων ἵσταται χωρίων.

此外,有时因应时机,不抢先展开兵力,而是暂且将其留在营垒之内,直到侦察清楚敌方的战阵究竟如何、怎样排布以及立于何种地形,乃是大有裨益的。

语法注4 条
  1. 29.2ἀνατεινόντων

    带有 -ντων 词尾的现在主动命令式第三人称复数形式。此形式在形态上与现在分词阳性/中性属格复数相同,但在此处作为独立句的谓语命令动词,与后文主格形容词 ἀθρόοι 和主格分词 παρεγκλίνοντες 呼应,其逻辑主语为前文所隐含的士兵们。

  2. 29.2μετέωρα

    与宾语 τὰ ξίφη 一致的表语性宾格(述语性形容词),表示状态:“使剑(在头顶上)高高举起”。

  3. 29.3μὴ φθάνειν ἐκτάττοντα

    动词 φθάνω 与补充性副词分词 ἐκτάττοντα 的连用结构,通常表示“先行……/预先……”,此处与否定词 μή 连用,意为“不要急于/抢先展开兵力”。

  4. 29.3τὴν τῶν πολεμίων παράταξιν, ὁποία τίς ἐστι

    先取句式(prolepsis)。在逻辑上本为间接疑问从句(ὁποία τίς ἐστι 等)主语的名词短语 τὴν τῶν πολεμίων παράταξιν,被提前置于主句动词 κατοπτεύσῃ 的直接宾语位置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:29.1-29.3