← 欧纳桑德

将领论

§25.1-25.3

通过军官逐级传达号令与暗号

作者指出将领传达号令与暗号时,切勿亲自巡走宣呼,而应由军官沿列逐级向后传递,并以烽火传讯为喻说明此法的迅捷与有序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

Πᾶν δὲ παράγγελμα καὶ σύνθημα καὶ παρασύνθημα διδότω διὰ τῶν ἡγεμόνων· ἐπιόντα γὰρ κηρύττειν ἅπασιν ἰδιώτου καὶ ἀπείρου κομιδῇ καθέστηκεν,1 καὶ χρόνος ἐν τῷ παραγγέλλειν ἀναλίσκεται, καὶ θόρυβος ὁμοῦ πάντων ἀλλήλους ἐρωτώντων· εἶθʼ ὁ μὲν προσέθηκέ τι πλεῖον ὧν ὁ στρατηγὸς εἶπεν, ὁ δʼ ἀφείλετο τοῦ ῥηθέντος παρὰ τὴν ἄγνοιαν.

一切口令、暗号和副暗号,他都应当通过军官们来传达;因为亲自走动向所有人宣呼,纯粹是外行和毫无经验之人的做法,且时间在传达命令的过程中被白白耗费,众人同时相互询问也会产生混乱;随后,有的人在将领所言之外妄加内容,有的人则出于无知而削减了所说的话。

§25.2

δεῖ δὲ τοῖς πρώτοις ἡγεμόσιν εἰπεῖν, ἐκείνους δὲ ἀπαγγεῖλαι τοῖς μετʼ αὐτούς, εἶτα τούτους τοῖς κατόπιν, εἶθʼ ἑξῆς ἄχρι τῶν τελευταίων, τοὺς πρώτους τοῖς ὑπὸ πόδα2 σημαίνοντας· οὕτως γὰρ ἐν τάχει καὶ μετὰ κόσμου καὶ μεθʼ ἡσυχίας εἴσονται, παραπλησίου τοῦ παραγγέλματος τοῖς φρυκτωροῦσι γιγνομένου·

相反,应当告诉前列的军官们,再由他们传达给其身后之人,接着这些人再传给后面的人,如此顺次直至最后列之人,由前者向紧随其后之人传令;因为这样一来,口令的传达就变得类似于烽火台传讯者,众人便能迅速、有序且安静地知晓命令。

§25.3

καὶ γὰρ ἐκείνων, ὅταν ὁ πρῶτος ἄρῃ τὸν φρυκτόν, ὁ δεύτερος τῷ μετʼ αὐτὸν ἐπύρσευσεν,3 εἶθ̓ ὁ τρίτος τῷ τετάρτῳ, καὶ τέταρτος πέμπτῳ, καὶ πέμπτος ἕκτῳ καὶ καθʼ ἕνα πάντες ἀλλήλοις, ὥστʼ ἐν ὀξεῖ διὰ μήκους σταδίων τὸ σημανθὲν ὑπὸ τοῦ πρώτου πάντας ἐπιγνῶναι.

因为在他们烽火手之中也是如此,每当第一人举起烽火,第二人便向其下一位以火传讯,接着第三人传给第四人,第四人传给第五人,第五人传给第六人,众人逐一相互传达,以至于在眨眼之间,纵然相隔许多斯塔德的距离,所有人都能明了由第一人所发出的信号。

语法注3 条
  1. 25.1ἰδιώτου καὶ ἀπείρου κομιδῇ καθέστηκεν

    ἰδιώτου καὶ ἀπείρου 是与系动词 καθέστηκεν 搭配的表语属格(特征属格),以不定词短语 ἐπιόντα ... κηρύττειν ἅπασιν 为主语,意为“亲自走动向所有人宣呼纯粹是外行和无经验者的做法/特征”。

  2. 25.2τοὺς ὑπὸ πόδα

    介词短语 ὑπὸ πόδα(字面意为“在脚下的”,引申为“紧随其后的”)通过与格冠词 τοῖς 实体化,作分词 σημαίνοντας 的间接宾语,指行阵中“紧随其后之人”。

  3. 25.3ἐπύρσευσεν

    虽然在形态上是不定过去时,但 ἐπύρσευσεν 在此用作格言式不定过去时(gnomic aorist),表示惯常规律而非单一过去事件,与 ὅταν ... ἄρῃ 相呼应以描述普遍适用的操作流程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:25.1-25.3