← 欧纳桑德

将领论

§19.1-19.3

轻装兵的撤退通道与侧翼袭击及投石威力

作者论述了方阵中保留间隔以便轻装步兵安全撤退的必要性,说明了轻装兵侧翼袭击的有效性,并阐述了投石索铅弹的巨大杀伤力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

Ἔστω δὲ διαστήματα κατὰ τὰς τάξεις, ἵν̓, ἐπειδὰν ἐκκενώσωσιν ἔτι προαγόντων τῶν πολεμίων τὰ βέλη, πρὶν εἰς χεῖρας ἐλθεῖν τὰς φάλαγγας ἐπιστρέψαντες ἐν κόσμῳ διεξίωσιν μέσην τὴν φάλαγγα καὶ ἀταράχως ἐπὶ τὴν οὐραγίαν ἀποκομισθῶσιν· οὔτε γὰρ κυκλεύειν αὐτοὺς ἅπαν τὸ στράτευμα καὶ κάμπτειν κατὰ κέρας ἀσφαλές ἐστι—τάχα γάρ που φθάσουσιν αὐτοὺς ἐν τούτῳ συμμίξαντες οἱ πολέμιοι καὶ μέσους ἀπολαβόντες1—, οὔτε διὰ τῶν πεπυκνωμένων βιάζεσθαι, καὶ εἰς τὰ ὅπλα ἐμπίπτοντας τάραχον ἐμποιεῖν ταῖς τάξεσιν ἄλλου πρὸς ἄλλον ἐνσείοντος.

阵列之间应当留有间隔,以便他们在敌人仍在前进时耗尽抛射物后,在双方方阵接战之前,能够整队转身,井然有序地穿过方阵中央,毫不混乱地撤至后卫部队。因为绕过整个军队并回转侧翼是不安全的——敌人很可能在这一过程中抢先交锋并将他们夹在中间——,强行穿过紧密密集的队列,在彼此冲撞中撞上武器而在阵列中引起混乱,也不安全。

§19.2

αἱ δὲ κατὰ κέρας ἔφοδοι τῶν ψιλῶν πλείονα λυμαίνονται τοὺς πολεμίους, ἐκ πλαγίων ἀκοντιζόντων καὶ εἰς τὰ γυμνὰ παραβιαζομένων παίειν.2

轻装步兵对侧翼的突击能给敌人造成更大的打击,因为他们从侧面投掷标枪,竭力击中没有防具防护的暴露部位。

§19.3

ἡ δὲ τῆς σφενδόνης ἄμυνα χαλεπωτάτη τῶν ἐν τοῖς ψιλοῖς ἐστιν· ὅ τε γὰρ μόλιβδος ὁμόχρους ὢν τῷ ἀέρι λανθάνει φερόμενος,3 ὥστʼ ἀπροοράτως ἀφυλάκτοις τοῖς τῶν πολεμίων ἐμπίπτειν σώμασιν, αὐτῆς τε τῆς ἐμπτώσεως σφοδρᾶς οὔσης καὶ ὑπὸ τοῦ ῥοίζου τριβόμενον τῷ ἀέρι τὸ βέλος ἐκπυρωθὲν ὡς βαθυτάτω δύεται τῆς σαρκός, ὥστε μηδʼ ὁρᾶσθαι, ταχὺ δὲ καὶ τὸν ὄγκον ἐπιμύειν.4

而在轻装兵器的攻防中,投石索的打击是最难应付的。因为铅弹与空气同色,在飞行时不易被察觉,从而在出其不意之间击中敌人毫无防备的身躯;加之撞击本身十分剧烈,弹体因呼啸飞驰与空气摩擦而变热,深深地钻入肌肉最深处,以致肉眼都无法看见,而创口肿胀处也会迅速闭合。

语法注4 条
  1. 19.1φθάσουσιν αὐτοὺς ἐν τούτῳ συμμίξαντες οἱ πολέμιοι καὶ μέσους ἀπολαβόντες

    动词 φθάνω(抢先、先于)与分词(συμμίξαντες, ἀπολαβόντες)配合构成的句式,表示“敌人抢先与他们交战并将他们围在中间”。

  2. 19.2ἐκ πλαγίων ἀκοντιζόντων καὶ εἰς τὰ γυμνὰ παραβιαζομένων παίειν

    属格独立结构,其逻辑主语由上下文的轻装步兵补足,用以阐明前述侧翼突击(αἱ δὲ κατὰ κέρας ἔφοδοι)之所以能造成更大伤害的附带原因。

  3. 19.3λανθάνει φερόμενος

    λανθάνω 与现在分词 φερόμενος 连用的惯用句式,表示动作不为人察觉,即“在飞来时未被察觉”。

  4. 19.3ταχὺ δὲ καὶ τὸν ὄγκον ἐπιμύειν

    由 ὥστε 引出的结果从句中的后半部分。宾格名词 τὸν ὄγκον(肿胀、肉块)用作不及物不定式 ἐπιμύειν(闭合、愈合)的主语,构成宾格不定式结构,意指铅弹射入后伤口肿起处迅速闭合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:19.1-19.3