- 底本
- Onasander. Aeneas Tacticus, Asclepiodotus, Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann Ltd.; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0648.tlg001.humanitext-grc2:14.1-14.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述军队懈怠时将领应当提示敌军威胁以促使士兵谨慎,并阐述决战前若获俘虏,应当仅将懦弱求饶的俘虏示众以消除全军恐惧。
α. Καθάπερ γε μὴν ἐν καιρῷ στρατεύματος ἀναθάρσησις ὤνησεν, οὕτως καὶ φόβος ὠφέλησεν. ὅτʼ ἂν γὰρ ῥᾳθυμῇ στρατόπεδον καὶ ἀπειθέστερον ᾖ τοῖς ἡγουμένοις, τὸν ἀπὸ τῶν πολεμίων ὑποσημαίνειν δεῖ κίνδυνον, οὐχ ἥκιστα φοβεροποιοῦντα τὴν ἐκείνων ἐφεδρείαν· οὐ γὰρ δειλοὺς ἔσται ποιεῖν οὕτως, ἀλλὰ ἀσφαλεῖς·1 ἐν μὲν γὰρ ταῖς δυσθυμίαις θαρρεῖν ἀναγκαῖον, ἐν δὲ ταῖς ῥᾳθυμίαις φοβεῖσθαι· τοὺς μὲν γὰρ δειλοὺς ἀνδρείους ποιεῖ, τοὺς δὲ θρασεῖς προμηθεῖς.
然而,正如军旅在适当时机重振士气大有裨益一样,恐惧亦同样有所助益。因为每当军营产生懈怠、对将领渐失服从之时,便应当暗示来自敌军的危险,尤其是将敌方的后备兵力渲染得十分可怖。因为如此行事并不会使他们变得怯懦,反而会使他们审慎安全;盖因在沮丧之中必须鼓起勇气,但在懈怠之中则必须怀有恐惧;因为这会使懦夫勇敢,使鲁莽者谨慎。
ἀμφότερα δὲ συμβαίνει στρατοπέδοις, καὶ οὕτως καταπεπλῆχθαι πολεμίους ὥστε μηδὲν ἐθέλειν τολμᾶν, καὶ οὕτως καταφρονεῖν ὥστε μηδὲν φυλάττεσθαι· πρὸς ἑκάτερον δὲ δεῖ τὸν στρατηγὸν ἡρμόσθαι καὶ εἰδέναι, πότε δεῖ τἀντίπαλα ταπεινὰ καὶ λόγῳ καὶ σχήματι ποιεῖν, καὶ πότʼ αὐτὰ δεινὰ καὶ φοβερώτερα. β.
两类情形都会在军营中发生:有时是对敌人畏惧至极,以致不敢尝试任何行动;有时又是对敌人轻蔑至极,以致不做任何防备。将领必须适应这两种情况,懂得何时应当在言辞与神态上将敌方贬得卑微,何时又应当将他们展现得可怕而更具威胁。
Μελλούσης δὲ μάχης, ὅτε ἄδηλον ἔχοντα τὰ στρατεύματα τὴν κρίσιν τοῦ πολέμου διατετάρακται τῷ φόβῳ, δυνηθείς πῃ λαβεῖν αἰχμαλώτους ὁ στρατηγὸς ἢ ἀπὸ ἐνέδρας ἢ διακροβολισάμενος ἢ καὶ ἀποστατοῦντας τῆς ἰδίας παρεμβολῆς,2 εἰ μέν τινας γενναίους τοῖς φρονήμασι καὶ τοῖς σώμασι καταμάθοι, τούτους ἢ ἀποκτεινάτω παραχρῆμα λαβὼν ἢ δήσας παραδότω τοῖς ἐπὶ ταῦτα τεταγμένοις φυλάττειν κελεύσας, ὅπως μὴ πολλοὶ θεάσωνται τοὺς ἄνδρας, εἰ δὲ ἀσθενεῖς καὶ ἀγεννεῖς καὶ μικροψύχους, ἔτι καὶ προαπειλήσας σφίσιν ἐπὶ τῆς ἰδίας σκηνῆς καὶ προδουλώσας σφῶν τῷ φόβῳ τὰς ψυχὰς εἰς τὰ πλήθη προαγέτω δακρύοντας καὶ δεομένους, ἅμα λέγων καὶ ἐνδεικνύμενος τοῖς στρατιώταις, ὡς ἀγεννεῖς καὶ ταπεινοὶ καὶ οὐδενὸς ἄξιοι, καὶ ὡς πρὸς τοιούτους ἐστὶν ἄνδρας αὐτοῖς ἡ μάχη δεδιότας οὕτως τὸν θάνατον, ἁπτομένους γονάτων καὶ προκυλιομένους τῶν ἑκάστου ποδῶν.
当大战临头、全军因战局难料而陷于恐惧的慌乱之中时,将领若能以某种方式俘获敌人——不论是通过伏击,还是经过小规模交火,亦或是俘获了脱离自身营垒的人——倘若他看出其中有些人意气高昂且体魄健硕,便应当在捕获后当场处死,或者将其捆绑交由专责看守之人,下令严加看管,以免众人都看到这些人;然而,若俘虏懦弱、卑下且胆小,则更应预先在自己的军帐中加以威吓,以恐惧预先降服其心魂,然后将哭泣哀求的他们带至大众面前,同时向士兵们言说并指出他们是何等卑劣、微贱且一文不值,并表明士兵们所要与之交战的正是这等人——他们如此惧怕死亡,以致紧抱膝盖、匍匐在每个人的脚下。
ἐπαναθαρρεῖ γὰρ ἐπὶ τούτοις ὁ στρατὸς ἤδη προκατανενοηκὼς τῶν πολεμίων ὄψεις τε καὶ πάθη ψυχῆς· ἀεὶ γάρ, ὃ μηδέπω τις ἑώρακεν, ἐλπίζει μεῖζον γενήσεσθαι τῆς ἀληθείας,3 ἔτι καὶ τῷ τοῦ μέλλοντος φόβῳ τὴν ἐλπίδα μετρεῖ πρὸς τὸ χαλεπώτερον.
因为士兵们目睹此景便会重拾勇气,因他们已预先观察到了敌人的容貌与内心的惊恐;盖因凡是尚未亲眼得见之物,人们总是预料其会比实情更为宏大,并且出于对未来的恐惧,人们更会将这种预料朝向更为严峻的方向去估量。
- 14.1οὐ γὰρ δειλοὺς ἔσται ποιεῖν οὕτως, ἀλλὰ ἀσφαλεῖς
此处由非人称动词 ἔσται 搭配不定式 ποιεῖν 构成,意为“如此行事的结果并不会使他们变得怯懦,而是审慎”。虽然语法上亦可将不定式的逻辑主语补为将领(“将领不会由此使他们变得怯懦”),但将其理解为表达行动(οὕτως)所带来的客观结果,与后文 δειλοὺς/ἀσφαλεῖς 的对举最为契合。
- 14.3ἀποστατοῦντας τῆς ἰδίας παρεμβολῆς
分词 ἀποστατοῦντας 为宾格复数,修饰前文的 αἰχμαλώτους。它与前面的介词短语 ἢ ἀπὸ ἐνέδρας 以及主格分词 διακροβολισάμενος 并列,共同说明捕获俘虏的不同方式与情形(通过伏击、小规模战斗、或俘获擅离本阵者)。
- 14.4ἐλπίζει μεῖζον γενήσεσθαι τῆς ἀληθείας
动词 ἐλπίζω 在此并非单纯指积极的“希望”,而是取其中性的“预料、料想”之意。紧接着的句子 τῷ τοῦ μέλλοντος φόβῳ τὴν ἐλπίδα μετρεῖ πρὸς τὸ χαλεπώτερον(因对未来的恐惧而将这一料想朝着更为严峻的方向估量)中,名词 ἐλπίς 同样指对未来的心理预期。
