- 底本
- Xenophon of Ephesus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0641.tlg001.humanitext-grc2:1.7.1-1.7.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
神秘的神谕传抵以弗所,困惑的双方父亲商定以成婚来化解灾厄,并在婚后安排二人出游外邦。全城沉浸在婚礼的喜庆中,哈布罗科墨斯与安特亚也沉醉于结为连理的喜悦,浑然不惧神谕中的凶兆。
Ταῦτα ὡς ἐκομίσθη τὰ μαντεύματα εἰς Ἔφεσον, εὐθὺς μὲν οἱ πατέρες αὐτῶν ἦσαν ἐν ἀμηχανίᾳ καὶ τὸ δεινὸν ὅ τι ἦν1 πάνυ ἠπόρουν· συμβάλλειν δὲ τὰ τοῦ θεοῦ λόγια οὐκ ἐδύναντο· οὔτε γὰρ τίς ἡ νόσος οὔτε τίς ἡ φυγή, οὔτε τίνα τὰ δεσμὰ οὔτε ὁ τάφος τίς οὔτε ὁ ποταμὸς τίς οὔτε τίς ἡ ἐκ τοῦ θεοῦ βοήθεια.
当这些神谕被带回以弗所时,他们的父亲立即陷入了困惑,对于那可怕之事究竟为何深感茫然;他们无法理解神明的言语。因为他们既不知何为病痛,何为逃亡,何为桎梏,何为坟墓,何为河流,也不知何为来自神明的救助。
Ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις παραμυθήσασθαι τὸν χρησμὸν2 ὡς οἷόν τε καὶ συζεῦξαι γάμῳ τοὺς παῖδας, ὡς τοῦτο καὶ τοῦ θεοῦ βουλομένου δι’ ὧν ἐμαντεύσατο. Ἐδόκει δὴ ταῦτα καὶ διέγνωσαν μετὰ τὸν γάμον ἐκπέμψαι χρόνῳ τινὶ ἀποδημήσοντας αὐτούς.
于是,在深思熟虑之后,他们决定尽可能化解神谕中的灾厄,让孩子们结为夫妻,认为这也是神明借其神谕所意欲的。他们便这般定下了主意,并决定在婚礼之后将他们送出,到外邦居留一段时间。
Μεστὴ μὲν ἤδη ἡ πόλις ἦν τῶν εὐωχουμένων, πάντα δʼ ἦν ἐστεφανωμένα καὶ διαβόητος ὁ μέλλων γάμος· ἐμακαρίζετο δὲ ὑπὸ πάντων ὁ μὲν οἷαν ἄξεται γυναῖκα, ἡ δὲ οἵῳ μειρακίῳ συγκατακλιθήσεται.3
城中早已挤满了宴饮之人,处处装点着花环,即将举行的婚礼人尽皆知;人人都向他们表达祝贺——赞叹他将娶得怎样的妻子,她又将与怎样的青年同榻。
Ὁ δὲ Ἁβροκόμης ὡς ἐπύθετο καὶ τὸν χρησμὸν καὶ τὸν γάμον, ἐπὶ μὲν τῷ τὴν Ἄνθειαν ἕξειν μεγάλως ἔχαιρεν· ἐφόβει δὲ αὐτὸν οὐδὲν τὰ μεμαντευμένα, ἀλλ’ ἐδόκει παντὸς εἶναι δεινοῦ τὰ παρόντα ἡδίονα. Κατὰ ταυτὰ δὲ καὶ ἡ Ἄνθεια ἥδετο μὲν ὅτι Ἁβροκόμην ἕξει· τίς δὲ ἡ φυγὴ καὶ τίνες αἱ συμφοραὶ κατεφρόνει, πάντων τῶν ἐσομένων κακῶν Ἁβροκόμην ἔχουσα παραμυθίαν.
哈布罗科墨斯在得知神谕与婚事后,因将拥有安特亚而无比欢欣;神谕所言之事丝毫没有令他恐惧,当下的欢欣似乎胜过了一切可怕之物。同样地,安特亚也为自己将拥有哈布罗科墨斯而欣喜;至于何为逃亡、何为灾祸,她一概不放在心上,因为她以哈布罗科墨斯作为日后一切苦难的慰藉。
- 1.7.1τὸ δεινὸν ὅ τι ἦν
提前句法(prolepsis)。名词短语 τὸ δεινόν 作为间接疑问节的主语/焦点,被提前至疑问代词 ὅ τι 之前,充当 ἠπόρουν 的先行动词宾语/关注焦点。
- 1.7.2παραμυθήσασθαι τὸν χρησμὸν
动词 παραμυθέομαι 通常意为“安慰”或“劝慰”某人,在此处带宾语 τὸν χρησμόν,表示引申义“缓解”、“减轻”或“变通化解”神谕所预示的严酷灾厄。
- 1.7.3ἐμακαρίζετο δὲ ὑπὸ πάντων ὁ μὲν οἷαν ἄξεται γυναῖκα, ἡ δὲ οἵῳ μειρακίῳ συγκατακλιθήσεται
人称构式与提前构式并用。被动动词 ἐμακαρίζετο 的主语由分述的 ὁ μέν 与 ἡ δέ 充当(“他受到祝福……她也受到祝福……”),而祝贺的具体缘由则由感叹性间接从句(οἵαν..., οἵῳ...)引出。
