← 斐洛斯脱拉德

智者传

§praef.0.0

致资深执政官的献辞与成书旨趣

作者向资深执政官献上这部两卷本的智者传记,阐明其仅收录显赫家世的缘由,并祝愿此书能纾解对方心中的政务重负。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§praef.0.0

τοὺς φιλοσοφήσαντας ἐν δόξῃ τοῦ σοφιστεῦσαι καὶ τοὺς οὕτω κυρίως προσρηθέντας σοφιστὰς ἐς δύο βιβλία ἀνέγραψά σοι, γιγνώσκων μέν, ὅτι καὶ γένος ἐστί σοι πρὸς τὴν τέχνην ἐς Ἡρώδην τὸν σοφιστὴν ἀναφέροντι,1 μεμνημένος δὲ καὶ τῶν κατὰ τὴν Ἀντιόχειαν σπουδασθέντων ποτὲ ἡμῖν ὑπὲρ σοφιστῶν ἐν τῷ τοῦ Δαφναίου ἱερῷ. πατέρας δὲ οὐ προσέγραψα, μὰ Δία, οὐ πᾶσιν,2 ἀλλὰ τοῖς ἀπʼ εὐδοκίμων· οἶδα γὰρ δὴ καὶ Κριτίαν τὸν σοφιστὴν οὐκ ἐκ πατέρων, ἀλλὰ Ὁμήρου δὴ μόνου σὺν τῷ πατρὶ ἐπιμνησθέντα,3 ἐπειδὴ θαῦμα δηλώσειν ἔμελλε πατέρα Ὁμήρῳ ποταμὸν εἶναι. καὶ ἄλλως οὐκ εὐτυχὲς τῷ βουλομένῳ πολλὰ εἰδέναι πατέρα μὲν τοῦ δεῖνος ἐξεπίστασθαι καὶ μητέρα, τὰς δὲ περὶ αὐτὸν ἀρετάς τε καὶ κακίας οὐ γιγνώσκειν, μηδʼ ὅ τι κατώρθωσέ τε οὗτος καὶ ἐσφάλη ἢ τύχῃ ἢ γνώμῃ. τὸ δὲ φρόντισμα τοῦτο, ἄριστε ἀνθυπάτων, καὶ τὰ ἄχθη σοι κουφιεῖ4 τῆς γνώμης, ὥσπερ ὁ κρατὴρ τῆς Ἑλένης τοῖς Αἰγυπτίοις φαρμάκοις. ἔρρωσο Μουσηγέτα.

那些在智者声誉下从事哲学的人,以及名正言顺被称为智者的人,我已为你记入两卷书中;我深知你与这门技艺亦有渊源,你的血统可以追溯至智者希罗德,同时我也铭记我们在安提阿达夫奈神庙中曾为探讨智者而共同付出的心血。然而,凭宙斯起誓,我并未记下所有人的父亲,而仅记下了那些出身显赫者的父亲。因为我也知道,智者克里提阿斯同样没有逐一叙述他们的父亲,而唯独记述了荷马及其父亲,因为他打算揭示一件奇迹——荷马的父亲是一条河流。况且,对于一个渴望博学的人而言,深知某某人的父母,却不了解围绕其人的美德与恶习,也不清楚此人究竟借由机运或判断取得了何种成就、遭受了何种挫折,这绝非幸事。最优秀的资深执政官,这项沉思的著述亦当如海伦的调酒缸借埃及妙药〔减轻重负〕一般,减轻你心中的重负。愿你康健,缪斯的领路人。

语法注4 条
  1. praef.0.0ἐς Ἡρώδην τὸν σοφιστὴν ἀναφέροντι

    现在分词与格阳性单数 ἀναφέροντι 与前文人称代词与格 σοι(见于 γένος ἐστί σοι)一致,说明受献者将自身世系追溯至智者希罗德。

  2. praef.0.0οὐ προσέγραψα, μὰ Δία, οὐ πᾶσιν

    否定词 οὐ 的重叠结构。第一个 οὐ 否定主动词 προσέγραψα,插入发誓语 μὰ Δία 后的第二个 οὐ 则直接修饰 πᾶσιν。此处的两个否定并非相互抵消为完全肯定,而是对话式的限定修正:“我并没有记述他们的父亲——指着宙斯起誓,并非记述所有人的父亲,而是……”。

  3. praef.0.0Ὁμήρου δὴ μόνου σὺν τῷ πατρὶ ἐπιμνησθέντα

    由 οἶδα 统辖的分词间接引语结构,不定过去时分词 ἐπιμνησθέντα 与宾格主语 Κριτίαν 一致。动词 ἐπιμιμνῄσκομαι 要求属格宾语,故 Ὁμήρου δὴ μόνου 为其补足语,介词短语 σὺν τῷ πατρὶ 则表示伴随(“与其父亲一同”)。

  4. praef.0.0κουφιεῖ

    动词 κουφίζω(“减轻”)的雅典方言将来时第三人称单数(变化形式为 -ιῶ, -ιεῖς, -ιεῖ)。其主语为 τὸ φρόντισμα τοῦτο,统辖受益与格 σοι 和宾语 τὰ ἄχθη τῆς γνώμης。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:praef.0.0