← 斐洛斯脱拉德

智者传

§1.2.1

拜占庭莱昂的机智与辩才

记述拜占庭的莱昂凭借其机智与论辩,通过精妙对话使腓力退兵解救祖国,并以幽默自嘲的即兴妙语化解雅典公民大会内讧的故事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.1

λέων δὲ ὁ Βυζάντιος νέος μὲν ὢν ἐφοίτα Πλάτωνι, ἐς δὲ ἄνδρας ἥκων σοφιστὴς προσερρήθη πολυειδῶς ἔχων τοῦ λόγου καὶ πιθανῶς τῶν ἀποκρίσεων.1 Φιλίππῳ μὲν γὰρ στρατεύοντι ἐπὶ Βυζαντίους προαπαντήσας εἰπέ μοι, ὦ Φίλιππε, ἔφη τί παθὼν2 πολέμου ἄρχεις; τοῦ δὲ εἰπόντος ἡ πατρὶς ἡ σὴ καλλίστη πόλεων οὖσα ὑπηγάγετό με ἐρᾶν αὐτῆς καὶ διὰ τοῦτο ἐπὶ θύρας τῶν ἐμαυτοῦ παιδικῶν ἥκω ὑπολαβὼν ὁ Λέων οὐ φοιτῶσιν ἔφη μετὰ ξιφῶν ἐπὶ τὰς τῶν παιδικῶν θύρας οἱ ἄξιοι τοῦ ἀντερᾶσθαι, οὐ γὰρ πολεμικῶν ὀργάνων, ἀλλὰ μουσικῶν οἱ ἐρῶντες δέονται. καὶ ἠλευθέρου τὸ Βυζάντιον Δημοσθένους μὲν πολλὰ πρὸς Ἀθηναίους εἰπόντος, Λέοντος δὲ ὀλίγα πρὸς αὐτὸν Φίλιππον. καὶ πρεσβεύων δὲ παρʼ Ἀθηναίους οὗτος ὁ Λέων ἐστασίαζε μὲν πολὺν ἤδη χρόνον ἡ πόλις καὶ παρὰ τὰ ἤθη ἐπολιτεύετο, παρελθὼν δʼ ἐς τὴν ἐκκλησίαν3 προσέβαλεν αὐτοῖς ἀθρόον γέλωτα ἐπὶ τῷ εἴδει, ἐπειδὴ πίων ἐφαίνετο καὶ περιττὸς τὴν γαστέρα,4  ταραχθεὶς δὲ οὐδὲν ὑπὸ τοῦ γέλωτος τί, ἔφη ὦ Ἀθηναῖοι, γελᾶτε;· ἢ ὅτι παχὺς ἐγὼ καὶ τοσοῦτος; ἔστι μοι καὶ γυνὴ πολλῷ παχυτέρα, καὶ ὁμονοοῦντας μὲν ἡμᾶς χωρεῖ ἡ κλίνη, διαφερομένους δὲ οὐδὲ ἡ οἰκία, καὶ ἐς ἓν ἦλθεν ὁ τῶν Ἀθηναίων δῆμος ἁρμοσθεὶς ὑπὸ τοῦ Λέοντος σοφῶς ἐπισχεδιάσαντος τῷ καιρῷ.

另一方面,拜占庭的莱昂在年轻时曾随柏拉图求学,成年后被称为智者,因为他在言论上多富变化,在应对上富有说服力。当腓力进军拜占庭时,他先行迎上前去: “腓力啊,请告诉我,”他说,“你究竟是怎么了,竟然挑起战争?” 而当腓力回答: “你的祖国是诸城邦中最美丽的,她诱使我爱上了她,因此我才来到了我所爱之人的门前。” 莱昂接过话头: “那些配得上被回赠爱意的人,”他说,“并不会带着刀剑前往所爱之人的门前;因为恋爱之人所需要的并非战争的器具,而是音乐的器具。” 就这样,在德摩斯梯尼对雅典人长篇大论的同时,莱昂仅对腓力本人说了只言片语,便解救了拜占庭。而这位莱昂出使雅典时——当时该城邦早已陷入长期内讧,政制背离了常轨——当他走入公民大会时,因为显得体胖且肚子硕大,因其外貌引发了众人的一阵哄堂大笑;然而他丝毫不为笑声所乱,便说: “雅典人啊,你们究竟因何而笑?难道是因为我胖且如此庞大吗?我还有一个比我胖得多的妻子,我们和睦时,一张床榻便容得下我们;但若生了争执,就连整座房子也容不下我们。” 于是,雅典民众因莱昂根据当时情境的精妙即兴之言而被调和,重归团结一体。

语法注4 条
  1. 1.2.1πολυειδῶς ἔχων τοῦ λόγου καὶ πιθανῶς τῶν ἀποκρίσεων

    副词与ἔχω(处于……状态)连用,支配表示范畴或限定的属格(τοῦ λόγου, τῶν ἀποκρίσεων),意为“在言论方面多变(丰富),在应答方面具有说服力”。

  2. 1.2.1τί παθὼν

    习语性分词表达,字面意思是“遭遇了什么?”,常用于带有责备语气地质问他人为何做出不合情理的举动,相当于“究竟犯了什么毛病/出于何种由头”。

  3. 1.2.1καὶ πρεσβεύων δὲ παρʼ Ἀθηναίους οὗτος ὁ Λέων ἐστασίαζε μὲν πολὺν ἤδη χρόνον ἡ πόλις καὶ παρὰ τὰ ἤθη ἐπολιτεύετο, παρελθὼν δʼ ἐς τὴν ἐκκλησίαν

    破格构式(失谐句/anacoluthon):句首的分词πρεσβεύων本修饰主语οὗτος ὁ Λέων,但随即插入了主语转变的从句ἐστασίαζε μὲν ... ἡ πόλις,随后通过同修饰莱昂的分词παρελθὼν δʼ拉回原主语,最终引向主动词προσέβαλεν。

  4. 1.2.1περιττὸς τὴν γαστέρα

    τὴν γαστέρα为限定宾格(或称关系宾格),限定形容词περιττός(过度的、庞大的)适用的范围,意为“在腹部方面格外庞大(大腹便便)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:1.2.1