- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg048.humanitext-grc1:9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
本段详细阐述了体内四对主要血管的走行路线、针对特定疼痛对应的放血治疗部位,以及在尽可能远离患处和血液聚集处进行切开的放血疗法基本原则。
Αἱ παχύταται τῶν φλεβῶν ὧδε πεφύκασι· τέσσαρα ζεύγεά εἰσιν ἐν τῷ σώματι. Καὶ αἱ μὲν αὐτέων ἀπὸ τῆς κεφαλῆς ὄπισθεν διὰ τοῦ αὐχένος, ἔξωθεν παρὰ τὴν ῥάχιν ἔνθεν καὶ ἔνθεν εἰς τὰ ἰσχία ἀφικνέεται καὶ ἐς τὰ σκέλεα· ἔπειτα διὰ τῶν κνημέων ἐπὶ τῶν σφυρῶν τὰ ἔξω καὶ ἐς τοὺς πόδας ἀφήκει. Δεῖ οὖν τὰς φλεβοτομίας ἐπὶ τῶν ἀλγημάτων τῶν ἐν τῷ νώτῳ καὶ ἐν τοῖσιν ἰσχίοισιν ἀπὸ τῶν ἰγνύων1 ποιέεσθαι καὶ ἀπὸ τῶν σφυρῶν ἔξωθεν. Αἱ δὲ δεύτεραι φλέβες ἐκ τῆς κεφαλῆς παρὰ τὰ ὦτα διὰ τοῦ αὐχένος, σφαγίτιδες καλεόμεναι, ἔσωθεν παρὰ τὴν ῥάχιν ἑκατέρωθεν φέρουσι παρὰ τὰς ψόας ἐς τοὺς ὄρχιας καὶ ἐς τοὺς μηροὺς, καὶ [διὰ] ἰγνύων ἐκ τοῦ ἔσωθεν μέρεος· ἔπειτα διὰ τῶν κνημέων ἐπὶ τὰ σφυρὰ τὰ ἔσωθεν καὶ τοὺς πόδας. Δεῖ οὖν τὰς φλεβοτομίας ποιέεσθαι πρὸς τὰς ὀδύνας τὰς ἀπὸ τῶν ψοῶν καὶ τῶν ὀρχίων, ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν σφυρῶν ἔσωθεν. Αἱ δὲ τρίται φλέβες ἐκ τῶν κροτάφων διὰ τοῦ αὐχένος ἐπὶ τὰς ὠμοπλάτας, ἔπειτα ξυμφέρονται ἐς τὸν πλεύμονα, καὶ ἀφικνέονται ἡ μὲν ἀπὸ τῶν δεξιῶν ἐς τὰ ἀριστερὰ ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸν σπλῆνα καὶ ἐς τὸν νεφρὸν, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν ἐς τὰ δεξιὰ ἐκ τοῦ πνεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸ ἧπαρ καὶ ἐς τὸν νεφρόν· τελευτῶσι δὲ ἐς τὸν ἀρχὸν αὗται ἀμφότεραι. Αἱ δὲ τέταρται ἀπὸ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ὑπὸ τὸν αὐχένα καὶ ὑπὸ τὰς κληῗδας· ἔπειτα ἀπὸ τῶν βραχιόνων ἄνωθεν ὑπὸ τὰς ξυγκαμπάς· ἔπειτα διὰ τῶν πήχεων ἐς τοὺς καρποὺς καὶ τοὺς δακτύλους· ἔπειτα πάλιν ἀπὸ τῶν δακτύλων διὰ τῶν στηθέων τῶν χειρῶν καὶ τῶν πήχεων ἐς τὰς ξυγκαμπάς· διὰ δὲ τῶν βραχιόνων καὶ τοῦ κάτωθεν μέρεος ἐς τὰς μασχάλας· καὶ ἐκ τῶν πλευρέων ἄνωθεν ἡ μὲν ἐς τὸν σπλῆνα ἀφικνέεται, ἡ δὲ ἐς τὸ ἧπαρ· ἔπειτα ὑπὲρ τῆς γαστρὸς ἐς τὸ αἰδοῖον τελευτῶσιν ἀμφότεραι. Καὶ αἱ μὲν παχεῖαι τῶν φλεβῶν οὕτω πεφύκασιν. Εἰσὶ δὲ καὶ ἀπὸ τῆς κοιλίης φλέβες ἀνὰ τὸ σῶμα πολλαί τε καὶ παντοῖαι, δι’ ὧν ἡ τροφὴ τῷ σώματι ἔρχεται. Φέρουσι δὲ καὶ ἀπὸ τῶν παχειῶν φλεβῶν ἐς τὴν κοιλίην καὶ τὸ ἄλλο σῶμα καὶ ἀπὸ τῶν ἐξωτάτω καὶ ἀπὸ τῶν ἐσωτάτω, καὶ ἐς ἀλλήλας διαδιδόασιν αἵ τε ἔσωθεν ἔξω καὶ αἱ ἔξωθεν ἔσω. Τὰς οὖν φλεβοτομίας ποιέεσθαι χρὴ κατὰ τούσδε τοὺς τρόπους· ἐπιτηδεύειν δὲ δεῖ τὰς τομὰς, ὡς προσωτάτω ταμεῖν2 ἀπὸ χωρίων, ἔνθα ἂν αἱ ὀδύναι μεμαθήκωσι γίνεσθαι3 καὶ τὸ αἷμα ξυλλέγεσθαι· οὕτω γὰρ ἂν ἥκιστα ἥ τε μεταβολὴ γίνοιτο μεγάλη ἐξαπίνης, καὶ τὸ ἔθος μεταστήσειας ἂν, ὥστε μηκέτι ἐς τωὐτὸ χωρίον ξυλλέγεσθαι.
最粗的血管之结构如下:身体中共有四对。其中第一对从头部后方穿过颈部,在脊柱外侧沿两侧通往髋部和腿部;然后穿过小腿,经过外踝上方,达于足部。因此,对于背部和髋部的疼痛,应当在膝窝和外踝处进行放血。第二对血管自头部经耳旁穿过颈部,被称为颈静脉,沿脊柱内侧在两侧延伸,经腰肌通往睾丸和大腿,并穿过膝窝内侧;然后穿过小腿至内踝和足部。因此,对于源自腰肌和睾丸的疼痛,应当在膝窝和内踝处进行放血。第三对血管自太阳穴穿过颈部通往肩胛骨,然后会合于肺部,右侧的一根通往左侧,经乳房下方至脾脏和肾脏,左侧的一根自肺部通往右侧,经乳房下方至肝脏和肾脏;这两根最终都止于直肠。第四对血管从头部前部和眼部出发,经颈部下方和锁骨下方,然后从上臂上方通往关节弯曲处下方,再穿过前臂至腕部和手指;然后又从手指出发,穿过手掌和前臂通往关节弯曲处,再经上臂下方通往腋窝;从肋骨上方,一根通往脾脏,另一根通往肝脏;最后,两根都在胃上方止于阴部。粗血管的自然结构即是如此。从腹腔也延伸出许多各式各样的血管遍布全身,食物的营养通过它们输送到身体。它们还从粗血管,以及最外层和最内层的血管,输送到腹腔和身体的其他部分,并且相互分配,即从内向外、从外向内。因此,应当按照下列方法进行放血。应当精心安排切口,以便在尽可能远离疼痛惯常发生和血液聚集的部位进行切开。因为这样一来,最不容易发生突然的剧烈变化,而且你可以改变这种积聚的习惯,使血液不再聚集在同一部位。
- 9[διὰ] ἰγνύων
方括号中的介词 διὰ 被补充在属格复数 ἰγνύων(膝窝)之前,以明确“穿过膝窝”这一路径,从而与前后关于血管路径的描述(如 διὰ τοῦ αὐχένος, διὰ τῶν κνημέων)保持句法上的一致。
- 9ὡς προσωτάτω ταμεῖν
不定过去时不定式 ταμεῖν(源自 τέμνω,“切开”)与带有最高级副词的短语 ὡς προσωτάτω(“尽可能远”)相结合,用以解释受无人称动词 δεῖ 支配的主动词 ἐπιτηδεύειν(“设法、精心安排”)的具体目的或内容。
- 9ἔνθα ἂν αἱ ὀδύναι μεμαθήκωσι γίνεσθαι
μεμαθήκωσι 是 μανθάνω(学习、获知)的完成时主动虚拟式第三人称复数形式。该动词的完成时具有现在时的状态意义,表示“习惯于”或“常态发生”。由泛指关系联结词 ἔνθα ἂν(“凡是……的地方”)所引导,表示一般的现在条件。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — number 1 处
