← 希波克拉底

论解剖

§1

胸腹内脏器官的解剖结构与特征

本文描述了包括气管、肺、心脏、肝脏、肾脏、膀胱、食道、胃和肠在内的内脏器官的解剖结构与位置,并详细说明了它们的形状、颜色和结构特征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

​ΠΕΡΙ ΑΝΑΤΟΜΗΣ. 1. Ἀρτηρίη ἐξ ἑκατέρου φαρυγγέθρου1 τὴν ἔκφυσιν ποιευμένη ἐς ἄκρον πνεύμονος τελευτᾷ, κρίκοις ξυγκειμένη ὁμορυσμοῖς, τῶν περιηγέων ἁπτομένη κατ’ ἐπίπεδον ἀλλήλων. Αὐτὸς δὲ ὁ πνεύμων συνεξαναπληροῖ τὴν χέλυν, τετραμμένος ἐς τὰ ἀριστερὰ, πέντε ὑπερκορυφώσιας ἔχων, ἃς δὴ καλέουσι λοβοὺς, τεφρίνης χροιῆς τυχὼν, στίγμασιν ὀφρυόεσι2 κεκεντημένος, φύσει ἐὼν τενθρηνιώδης. Μέσῳ δ’ αὐτέῳ ἡ καρδίη ἐγκαθίδρυται, στρογγυλωτέρη καθεστεῶσα πάντων ζώων. Ἀπὸ δὲ τῆς καρδίης ἐς ἧπαρ βρογχίη πολλὴ καθήκει, καὶ μετὰ βρογχίης φλὲψ μεγάλη καλευμένη, δι’ ἧς οὖλον τὸ σκῆνος τρέφεται. Τὸ δὲ ἧπαρ ὁμορυσμίην μὲν ἔχει τοῖς ἄλλοις ἅπασιν, αἱμοῤῥωδέστερον δέ ἐστι τῶν ἄλλων, ὑπερκορυφώσιας ἔχον δύο, ἃς καλέουσι πύλας, ἐν δεξιοῖς τόποις κειμένας· ἀπὸ δὲ τουτέου σκαλήνη φλὲψ ἐπὶ τὰ κάτω νεφρῶν ἀποτείνουσα. Νεφροὶ δὲ ὁμοιορυσμοὶ, τὴν χροιὴν δὲ ἐναλίγκιοι μήλοισιν· ἀπὸ δὲ τουτέων ὀχετοὶ σκαληνοειδέες ἄκρην κορυφὴν κύστιος κεῖνται. Κύστις δὲ νευρώδης οὔλη καὶ μεγάλη· ἕκαθεν δὲ κύστιος μετοχὴ, εἰς ὃ πέφυκε. Καὶ τὰ μὲν ἓξ ἀνὰ μέσον ἐντὸς φύσις ἐκοσμήθη. Οἰσοφάγος δὲ ἀπὸ γλώσσης τὴν ἀρχὴν ποιεύμενος ἐς κοιλίην τελευτᾷ, ὃν δὴ καὶ ἐπὶ σηπτικῆς κοιλίης3 στόμαχον καλέουσιν. Πρὸς δὲ ἀκάνθης ὄπισθεν ἥπατος φρένες πεφύκασιν. Ἐκ δὲ πλευρῆς νόθης, λέγω δὲ ἀριστερῆς, σπλὴν ἀρξάμενος ἐκτέταται ὁμοιορυσμὸς ἴχνει ποδός. Κοιλίη δὲ ἥπατι παρακειμένη κατ’ εὐώνυμον μέρος οὐλομελής ἐστι νευρώδης. Ἀπὸ δὲ κοιλίης πέφυκεν ἔντερον ὁμοιορυσμὸν, μικρὸν, πηχέων οὐκ ἔλασσον δώδεκα, ἑλικηδὸν ἐν κόλποις ἐνειλούμενον, ὃ καλέουσιν ἔνιοι κῶλον, δι’ οὗ ἡ παραφορὰ τῆς τροφῆς γίνεται. Ἀπὸ δὲ κώλου πέφυκεν ἀρχὸς λοίσθιος, σάρκα περιπληθέα ἔχων, ἐς ἄκρον, δακτυλίου τελευτῶν. Τὰ δὲ ἄλλα ἡ φύσις, διετάξατο.

论解剖 1. 气管起自咽喉两侧,止于肺之顶端,由相同形状的软骨环构成,这些圆环在同一平面上彼此相接。肺本身填满胸腔,偏向左侧,具有五个突出部,人们称之为肺叶;其色泽呈灰色,布满眉状的斑点,天生呈蜂窝状。心脏居于其中央,其形状比所有其他动物的都要圆。从心脏向下延伸至肝脏有许多支气管,与支气管并行的是被称为大静脉的粗大脉管,全身皆赖其获得滋养。肝脏在结构上与其他所有器官相似,但比其他器官更富含血液,它具有两个被称为“门”的突出部,位于右侧;从此处有一条斜行的静脉向下延伸至肾脏。肾脏形状相似,颜色如苹果;从肾脏有斜行的管道通往膀胱的最顶端。膀胱整体呈纤维质且巨大;在远离膀胱之处有其相通的连接部。这六个位于中央的内部器官皆由自然所配置。食道起自舌根,止于胃,在消化胃的门处,人们亦称其为贲门。在脊椎附近,肝脏后方,有横膈膜。脾脏起自假肋(即左侧假肋),延伸开来,形状如同足印。胃紧邻肝脏,位于左侧,整体呈膜质。从胃延伸出一条形状均匀的细肠,长度不少于十二肘,在腹腔内呈螺旋状盘绕,有人称之为结肠,食物的输送即通过此处。从结肠延伸出最后的直肠,肌肉丰满,末端止于肛门。其余的部分,则由自然做出了安排。

语法注3 条
  1. 1ἑκατέρου φαρυγγέθρου

    夺格(从格)属格,与前置词 ἐκ 连用,意为“从咽喉的每一侧”。这表明呼吸道在喉部深处对称的区域起始。

  2. 1στίγμασιν ὀφρυόεσι

    手段或方式与格。形容词 ὀφρυόεις 通常意为“如眉的”或“隆起的、波状的”,用以形容肺部表面因网状结构或色素沉着而呈现的不规则斑点。

  3. 1σηπτικῆς κοιλίης

    属格。在古代医学中,胃中的消化被认为是由热力引起的某种“发酵”或“腐败”(sēpsis)过程,因此用该词来形容进行消化作用的胃腔。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0627.tlg040.humanitext-grc1:1