- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg030.humanitext-grc1:9-10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
介绍了直肠脱垂的手动复位步骤、防止复发的包扎固定法及排便姿势,并列举了具有冷却、发散或干燥等不同功效的多样化植物与矿物敷药配方。
9. Ἢν δὲ ὁ ἀρχὸς ἐκπίπτῃ, ἀνώσας σπόγγῳ μαλθακῷ, καὶ καταχρίσας κοχλίῃ, τῶν χειρῶν δήσας,1 ἐκκρέμασον ὀλίγον χρόνον, καὶ εἴσεισιν. Ἢν δὲ μεῖζον ἐκπέσῃ καὶ μὴ μένῃ ἔνδον, διαζώσας ἐν τῇσι λαγόσι, καὶ ὑφεὶς ὄπισθεν ἐκ τοῦ διαζώματος ταινίην, ὤσας ἔσω τὸν ἀρχὸν, προσθεῖναι σπόγγον μαλθακὸν βρέξας ὕδατι θερμῷ, ἐνεψήσας2 λωτοῦ πρίσματα· καταχέαι δὲ καὶ κατὰ τοῦ ἀρχοῦ ἀπ’ αὐτοῦ τοῦ ὕδατος, τὸν δὲ σπόγγον ἐκπιέσαι· ἔπειτα ὑποτείνας τὴν ταινίην διὰ μέσων τῶν σκελέων, ἀναδῆσαι περὶ τὸν ὀμφαλόν. Ὅταν δὲ θέλῃ ἀφοδεύειν, ἐπὶ λασάνοισιν ὡς στενοτάτοισιν ἀφοδευέτω· ἢν δὲ παιδίον ᾖ, ἐπὶ γυναικὸς τῶν ποδῶν, πρὸς τὰ γούνατα προσκλιθείς. Ὅταν δὲ ἀφοδεύῃ, τὰ σκέλεα ἐκτεινάτω· οὕτω γὰρ ἂν ἥκιστα ἐκπίπτοι3 ἡ ἕδρη. Ἢν δὲ ὑγραίνηται ὁ ἀρχὸς, καὶ ἰχὼρ ἀποῤῥέῃ, περινίψαι τρυγὶ κεκαυμένῃ καὶ ὕδατι ἀπὸ μυρσίνης, καὶ ἀδίαντον ξηρήνας καὶ κόψας, διασήσας, κατάπασσε. Ἢν δὲ αἱμοῤῥοῇ, περινίψας τοῖσιν αὐτοῖσι, χαλκῖτιν καὶ πρίσμα κυπαρίσσου ἢ κέδρου ἢ πίτυος ἢ τερμίνθου τρίψας, συμμίξας τῇ χαλκίτιδι ἴσον, καταπλάσσειν, τὰ ἔξωθεν δὲ κηρωτῇ παχείῃ περιαλείφειν. Ὁκόταν ἀρχὸς ἐκπίπτῃ καὶ μὴ θέλῃ κατὰ χώρην μένειν, σίλφιον ὅτι ἄριστον καὶ πυκνότατον ξύσας λεπτὸν καταπλάσσειν. Καὶ τοῦ πταρμικοῦ φαρμάκου πρὸς τὴν ῥῖνα προστιθέναι καὶ παροξύνειν τὸν ἄνθρωπον. Ἢ ὕδατι θερμῷ περιπλύνας σίδια, καὶ στυπτηρίην τρίψας ἐν οἴνῳ λευκῷ, καταχέαι τοῦ ἀρχοῦ, ἔπειτα ῥάκεα ἐμβαλεῖν, καὶ τοὺς μηροὺς ξυνδῆσαι ἡμέρας τρεῖς, καὶ νηστευέτω, οἶνον δὲ πινέτω γλυκύν. Ἢν δὲ μηδὲ οὕτω διαχωρέῃ, μίλτον μίξας ὁμοῦ μέλιτι διαχριέτω. Ἀρχὸς ἢν ἐκπίπτῃ καὶ αἱμοῤῥοῇ· ἄρου ῥίζης περιελὼν τὸν φλοιὸν, ἑψεῖν ἐν ὕδατι· ἔπειτα τρίβειν ἄλητον ξυμμίσγων, καὶ καταπλάσσειν θερμόν. Ἄλλο· τῆς ἀμπέλου τῆς ἀγρίης, ἣν ἔνιοι καλέουσι ψιλώθριον, ταύτης τὰς ῥίζας τὰς ἀπαλωτάτας περιξέσαντα ἑψῆσαι ἐν οἴνῳ μέλανι ἀκρήτῳ αὐστηρῷ· ἔπειτα τρίψαντα καταπλάσσειν χλιηρόν· ξυμμίσγειν δὲ καὶ ἄλευρα, καὶ φυρῇν ἐν οἴνῳ λευκῷ καὶ ἐλαίῳ χλιηρῶς. Ἄλλο· κωνείου καρπὸν τρίβοντα, παραστάζειν οἶνον λευκὸν εὐώδεα, ἔπειτα καταπλάσσειν χλιηρόν. Ἢν δὲ φλεγμαίνῃ, κισσοῦ ῥίζαν ἑψήσας ἐν ὕδατι, τρίψας λεῖον, ἄλευρον ξυμμίσγων ὡς κάλλιστον, ἐν οἴνῳ λευκῷ φυρήσας, καταπλάσσειν, καὶ ἄλειφα πρὸς τούτοις ξυμμίξας. Ἄλλο· μανδραγόρου ῥίζαν μάλιστα μὲν χλωρὴν, εἰ δὲ μὴ, ξηρὴν, τὴν μὲν οὖν χλωρὴν ἀποπλύναντα καὶ ταμόντα, ἑψῆσαι ἐν οἴνῳ κεκρημένῳ, καὶ καταπλάσσειν· τὴν δέ γε ξηρὴν τρίψαντα καταπλάσσειν ὁμοίως. Ἄλλο· σικύου πέπονος τὸ ἔνδον τρίψας λεῖον καταπλάσσειν.
9. 如果直肠脱出,用柔软的海绵将其推上,并涂上蜗牛黏液,绑住双手,将患者吊起片刻,直肠就会缩回。如果脱出得更严重且无法保留在内,在腰部系上带子,从后面将一根细带从腰带下穿过,将直肠推入内部后,贴上浸过温水(温水中预先煮过莲木锯末)的柔软海绵。并将该温水本身浇在直肠上,将海绵拧干;然后,将细带从两腿中间拉过,系在肚脐周围。当他想要排便时,让他在尽可能狭窄的便桶上排便;如果是孩子,则放在妇人的腿上,让她靠着膝盖排便。排便时,让其伸直双腿;因为这样肛门最不容易脱出。如果直肠潮湿且有分泌物静流,可用烧过的酒糟和香桃木汁清洗周围,将铁线蕨晒干、捣碎并过筛,然后撒在上面。如果出血,用同样的方法清洗周围,并将黄铜矿与柏树、雪松、松树或黄连木的锯末研碎,与同等分量的黄铜矿混合,进行敷贴,外部涂上厚厚的蜡膏。每当直肠脱出且无法保持原位时,将最好、最坚实的巨茴削成细末敷贴。并将催嚏药塞入鼻中以刺激患者。或用温水洗净石榴皮,将明矾在白葡萄酒中研碎,浇在直肠上,然后塞入碎布,并将大腿绑在一起三天;患者应当禁食,饮用甜葡萄酒。如果这样仍不能复位,可用赭石与蜂蜜混合涂抹。如果直肠脱出且出血:剥去海芋根的皮,在水中煮沸;然后一边混合面粉一边研碎,趁热作药膏敷贴。又方:有些人称之为脱毛剂的野葡萄,削去其最嫩根的表皮,在纯烈、涩口的红葡萄酒中煮沸;然后研碎,温热时敷贴;也要掺入面粉,用白葡萄酒和油温热地调和。又方:研碎毒参子,滴入香浓的白葡萄酒,然后温热地敷贴。如果发炎,将常春藤根在水中煮沸,研磨光滑,掺入极好的面粉,用白葡萄酒调制后敷贴,并在此基础上混入软膏。又方:曼陀罗根,最好是新鲜的,如果没有就用干的;新鲜的洗净并切碎,在稀释的葡萄酒中煮沸,然后敷贴;干的则研碎,同样敷贴。又方:将熟甜瓜的内瓤研磨光滑后敷贴。
10. Ἢν δὲ γένηται ὀδύνη καὶ μὴ φλεγμήνῃ, λίτρον ὀπτήσας ἐρυθρὸν, καὶ τρίψας λεῖον, καὶ στυπτηρίην, καὶ ἅλας φώξας, καὶ τρίψας λείους, συμμίξαι ἴσον ἑκάστου· εἶτα πίσσῃ ξυμμίξας ὡς βελτίστῃ, ἐς ῥάκος ἐναλείψας, ἐντιθέναι καὶ καταδεῖν. Ἄλλο· καππάριος φύλλα χλωρὰ τρίψας, ἐς μαρσίπιον ἐμβαλὼν, προσκαταδεῖν· καὶ ἐπὴν καίειν δοκέῃ, ἀφαιρέειν καὶ αὖθις προστιθέναι. Ἢν δὲ μὴ ᾖ φύλλα καππάριος, τὸν φλοιὸν τῆς ῥίζης κόψας, φυρήσας οἴνῳ μέλανι, τὸν αὐτὸν τρόπον καταδεῖν. Τοῦτο καὶ πρὸς σπληνῶν ὀδύνην ἀγαθόν. Τούτων τῶν καταπλασμάτων δύναται τὰ μὲν ψύχοντα κωλύειν ῥεῖν, τὰ δὲ μαλθάσσοντα καὶ θερμαίνοντα διαχεῖν, τὰ δὲ ἐς ἑωυτὰ ἕλκοντα ξηραίνειν καὶ ἰσχναίνειν. Τοῦτο δὲ τὸ νούσημα γίνεται, ὅταν χολὴ καὶ φλέγμα ἐς τοὺς τόπους καταστηρίξῃ. Ἀρχοῦ δὲ φλεγμήναντος, διαχρίειν τῷ φαρμάκῳ, ὅπη ἡ ῥητίνη καὶ τὸ ἔλαιον καὶ ὁ κηρὸς καὶ ἡ μολύβδαινα καὶ τὸ στέαρ· ὡς θερμότατα διεῤῥήθησαν4 καταπλάττεσθαι.
10. 如果发生疼痛而未发炎,将红色的天然碱烤过并研磨光滑,还有明矾,以及烤过的盐(也将它们研磨光滑),各取等量混合;然后与最好的沥青混合,抹在碎布上,塞入并绑紧。又方:将刺山柑的新鲜叶子研碎,装入小袋中,绑在上面;当感到有灼烧感时,取下,稍后再次敷上。如果没有刺山柑叶,则将根皮捣碎,用红葡萄酒调制,以同样的方式绑缚。这对于脾脏疼痛也很有好处。在这些敷药中,有的能通过冷却防止流注,有的能通过软化和温热进行发散,有的则能通过将水分吸入自身来使其干燥并消肿。而这种疾病发生在胆汁和粘液沉着于这些部位时。直肠发炎时,涂抹含有树脂、油、蜡、密陀僧和脂肪的药物;应当按照所规定的那样,尽可能热地进行敷贴。
- 9τῶν χειρῶν δήσας
属格 τῶν χειρῶν 是与分词 δήσας(绑)连用、表示受动身体部位的属格(部分属格的一种),意为“绑住双手”。
- 9ἐνεψήσας
动词 ἐνέψω(在……中煮)的不定过去时主动分词,修饰前面的 σπόγγον...βρέξας(浸过温水的海绵),表示在温水中预先煮过莲木锯末。
- 9οὕτω γὰρ ἂν ἥκιστα ἐκπίπτοι
ἄν 与祈愿神情(ἐκπίπτοι)结合,构成潜在祈愿(potential optative),表示温和的推测或可能性(“因为这样肛门最不容易脱出”)。
- 10διεῤῥήθησαν
διεῤῥήθησαν 是动词 διαγορεύω(明确规定、陈述)的不定过去时被动第三人称复数形式。指代前面详细说明的配制或涂抹指令,意为“按照它们被规定(详述)的那样”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(3 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 译文 2 处
