- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg019.humanitext-grc1:14-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
通过尿液中沉淀物与异物的状态解释泌尿系统病因,并基于胆汁与黑胆汁的性质,论述四种发热类型(稽留热、日周热、三日热、四日热)的发生机制与病程特征。
14. Ὁκόσοισι ψαμμοειδέα ὑφίσταται ἢ πῶροι ἐν τοῖσιν οὔροισι, τουτέοισι τὴν ἀρχὴν1 φύματα ἐγένετο πρὸς τῇ φλεβὶ τῇ παχείῃ, καὶ διεπύησεν, ἔπειτα δὲ, ἅτε οὐ ταχέως ἐκραγέντων τῶν φυμάτων,2 πῶροι ξυνετράφησαν ἐκ τοῦ πύου, οἵτινες ἔξω θλίβονται διὰ τῆς φλεβὸς σὺν τῷ οὔρῳ ἐς τὴν κύστιν. Ὁκόσοισι δὲ μοῦνον αἱματώδεα τὰ οὐρήματα, τουτέοισι δὲ αἱ φλέβες πεπονήκασιν· ὁκόσοισι δὲ ἐν τῷ οὐρήματι παχεῖ ἐόντι σαρκία σμικρὰ τριχοειδέα συνεξέρχεται, ταῦτα δὲ ἀπὸ τῶν νεφρῶν εἰδέναι χρὴ ἐόντα3 καὶ ἀπὸ ἀρθριτικῶν· ὁκόσοισι δὲ καθαρὸν τὸ οὖρον ἄλλοτε καὶ ἄλλοτε, ὁκοῖον δὲ πίτυρα ἐπιφέρεται ἐν τῷ οὐρήματι, τουτέων δὲ ἡ κύστις ψωριᾷ.
14. 对于那些尿液中沉淀有砂状物或结石的人,起初在粗血管旁产生了肿胀并化脓;随后,由于肿胀未能迅速破裂,脓液便凝结成了结石,这些结石随着尿液通过血管被挤压入膀胱。对于那些尿液仅呈血色的人,他们的血管受损。对于那些在浓稠的尿液中同时排出毛发状细小肉屑的人,必须知道这些是来自肾脏以及关节炎疾病。对于那些尿液时而清澈,时而有麸皮状物漂浮在尿液中的人,他们的膀胱患有疥癣。
15. Οἱ πλεῖστοι τῶν πυρετῶν γίνονται ἀπὸ χολῆς· εἴδεα δὲ σφέων ἐστὶ τέσσαρα, χωρὶς τῶν ἐν τῇσιν ὀδύνῃσι γινομένων τῇσιν ἀποκεκριμένῃσιν· οὐνόματα δ’ αὐτέοισίν ἐστι ξύνοχος, ἀμφημερινὸς, τριταῖος, τεταρταῖος. Ὁ μὲν οὖν ξύνοχος καλεόμενος γίνεται ἀπὸ πλείστης χολῆς καὶ ἀκρητεστάτης, καὶ τὰς κρίσιας ἐν ἐλαχίστῳ χρόνῳ ποιέεται· τὸ γὰρ σῶμα οὐ διαψυχόμενον οὐδένα χρόνον συντήκεται ταχέως, ἅτε ὑπὸ πολλοῦ τοῦ θερμοῦ θερμαινόμενον. Ὁ δὲ ἀμφημερινὸς μετὰ τὸν ξύνοχον ἀπὸ πλείστης χολῆς γίνεται, καὶ ἀπαλλάσσεται τάχιστα τῶν ἄλλων, μακρότερος δέ ἐστι τοῦ ξυνόχου, ὁκόσῳ ἀπὸ ἐλάσσονος γίνεται χολῆς, καὶ ὅτι ἔχει ἀνάπαυσιν τὸ σῶμα, ἐν δὲ τῷ ξυνόχῳ οὐκ ἀναπαύεται οὐδένα χρόνον. Ὁ δὲ τριταῖος μακρότερός ἐστι τοῦ ἀμφημερινοῦ, καὶ ἀπὸ χολῆς ἐλάσσονος γίνεται· ὁκόσῳ δὲ πλείονα χρόνον ἐν τῷ τριταίῳ ἢ ἐν τῷ ἀμφημερινῷ τὸ σῶμα διαναπαύεται, τοσούτῳ χρονιώτερος4 οὗτος ὁ πυρετὸς τοῦ ἀμφημερινοῦ ἐστιν. Οἱ δὲ τεταρταῖοι τὰ μὲν ἄλλα κατὰ τὸν αὐτὸν λόγον, χρονιώτεροι δὲ μάλα τῶν τριταίων εἰσὶν, ὁκόσῳ ἔλασσόν τι μέρος μετέχουσι χολῆς τῆς τὴν θερμασίην παρεχούσης, τοῦ τε διαψύχεσθαι τὸ σῶμα πλέον μετέχουσιν· προσγίνεται δὲ αὐτέοισιν ἀπὸ μελαίνης χολῆς τὸ περισσὸν τοῦτο καὶ δυσαπάλλακτον· μέλαινα γὰρ χολὴ τῶν ἐν τῷ σώματι ἐνεόντων χυμῶν γλισχρότατον, καὶ τὰς ἕδρας χρονιωτάτας ποιέεται. Γνώσῃ δὲ ἐν τῷδε, ὅτι οἱ τεταρταῖοι πυρετοὶ μετέχουσι τοῦ μελαγχολικοῦ· φθινοπώρου γὰρ μάλιστα οἱ ἄνθρωποι ἁλίσκονται ὑπὸ τῶν τεταρταίων καὶ ἐν τῇ ἡλικίῃ τῇ ἀπὸ πέντε καὶ εἴκοσιν ἐτέων ἕως τῶν πέντε καὶ τεσσαράκοντα, ὅτι καὶ ἡ ἡλικίη αὕτη ὑπὸ μελαίνης χολῆς κατέχεται μάλιστα πασέων τῶν ἡλικιῶν, ἥ τε φθινοπωρινὴ ὥρη μάλιστα πασέων τῶν ὡρέων ἐπιτηδειοτάτη. Ὁκόσοι δ’ ἂν ἁλῶσιν ἔξω τῆς ὥρης ταύτης καὶ τῆς ἡλικίης ὑπὸ τεταρταίου, εὖ χρὴ εἰδέναι μὴ χρόνιον ἐσόμενον τὸν πυρετὸν,5 ἢν μὴ ἄλλο τι κακουργῆται ὥνθρωπος.
15. 大多数发热源于胆汁;其类型有四种,不包括在特定疼痛中产生的那些。它们的名字是稽留热、日周热、三日热、四日热。其中,被称为稽留热的,源于最多且最纯净的胆汁,并在最短的时间内产生转归;因为身体在任何时候都无法得到冷却,在大量热力的加热下,迅速消耗。而日周热在稽留热之后源于最多的胆汁,且比其他热最快消退,但比稽留热病程更长,因为它是从较少的胆汁中产生的,且身体有休息的时间,而在稽留热中,身体没有任何时间休息。三日热比日周热病程更长,且源于较少的胆汁;在三日热中身体休息的时间比在日周热中越长,这种发热就比日周热越持久。而四日热在其他方面依循同样的道理,但比三日热持久得多,因为它们所含有的提供热量的胆汁比例较少,而身体冷却的比例较多;并且由于黑胆汁,这种多余的长度和难以摆脱的性质被加诸于它们;因为黑胆汁是体内存在的体液中最粘稠的,并且使其滞留最持久。你将通过以下这点得知四日热带有黑胆汁的性质:因为人们最常在秋季以及在二十五岁至四十五岁的年龄段罹患四日热,因为这个年龄段在所有年龄段中最受黑胆汁支配,而秋季也是所有季节中最适合黑胆汁的。但是,对于在这一季节和年龄之外罹患四日热的人,必须清楚知道,只要该人没有受到其他损害,这种发热就不会持久。
- 14τὴν ἀρχὴν
对格的副词性用法,意为“起初”或“原本”。此处指出了尿路结石形成过程在时间与逻辑上的起点。
- 14ἅτε οὐ ταχέως ἐκραγέντων τῶν φυμάτων
伴有连词 ἅτε(因为、由于)的属格绝对结构(分词 ἐκραγέντων 与名词 τῶν φυμάτων)。用于强调客观的因果关系或原因。
- 14ταῦτα δὲ ἀπὸ τῶν νεφρῶν εἰδέναι χρὴ ἐόντα
无人称动词 χρὴ(应当)支配不定式 εἰδέναι(知道),而 εἰδέναι 又引导一个对格分词结构。中性复数 ταῦτα 作为分词 ἐόντα 的主语。
- 15ὁκόσῳ δὲ πλείονα χρόνον ... τοσούτῳ χρονιώτερος
使用表示程度差异的与格(ὁκόσῳ ... τοσούτῳ)构成的比例相关比较句式(“越……就越……”)。比较级 χρονιώτερος 并非单指单次发作持续时间长,而是指由于无热期较长,导致“整个病程更加持久(慢性化)”。
- 15εὖ χρὴ εἰδέναι μὴ χρόνιον ἐσόμενον τὸν πυρετὸν
受无人称动词 χρὴ 支配的不定式 εἰδέναι(知道)引导了一个由对格主语 τὸν πυρετὸν 和将来时分词 ἐσόμενον 构成的间接陈述分词结构。否定词使用 μὴ 而非 οὐ,因为其处于不定式从句的控制之下。
