- 底本
- Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:8.50.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者奉劝人们不要抱怨看似无用的障碍或自然界的“废弃物”,而应理解万物自然的完美性,它能将内部的一切进行循环与再生。
Σίκυος πικρός; ἄφες. βάτοι ἐν τῇ ὁδῷ; ἔκκλινον. ἀρκεῖ, μὴ προσεπείπῃς· τί δὲ καὶ ἐγένετο ταῦτα ἐν τῷ κόσμῳ; ἐπεὶ καταγελασθήσῃ ὑπὸ ἀνθρώπου φυσιολόγου, ὡς ἂν καὶ ὑπὸ τέκτονος καὶ σκυτέως γελασθείης1 καταγινώσκων2 ὅτι ἐν τῷ ἐργαστηρίῳ ξέσματα καὶ περιτμήματα τῶν κατασκευαζομένων ὁρᾷς. καίτοι ἐκεῖνοί γε ἔχουσι ποῦ αὐτὰ ῥίψωσιν,3 ἡ δὲ τῶν ὅλων φύσις ἔξω οὐδὲν ἔχει, ἀλλὰ τὸ θαυμαστὸν τῆς τέχνης ταύτης ἐστὶν ὅτι περιορίσασα ἑαυτὴν πᾶν τὸ ἔνδον διαφθείρεσθαι καὶ γηράσκειν καὶ ἄχρηστον εἶναι δοκοῦν εἰς ἑαυτὴν μεταβάλλει, καὶ ὅτι πάλιν ἄλλα νεαρὰ ἐκ τούτων αὐτῶν ποιεῖ, ἵνα μήτε οὐσίας ἔξωθεν χρῄζῃ μήτε ὅπου ἐκβάλῃ τὰ σαπρότερα προσδέηται. ἀρκεῖται οὖν καὶ χώρᾳ τῇ ἑαυτῆς καὶ ὕλῃ τῇ ἑαυτῆς καὶ τέχνῃ τῇ ἰδίᾳ.
黄瓜是苦的?扔掉它。道路上有荆棘?避开它。这就够了,不要再多问:“但世上为什么会有这些东西呢?”因为你会受到研究自然之人的嘲笑,正如你若因在木匠和鞋匠的工作室里看到正在制作的物品的刨花和边角料而指责他们,就会被他们嘲笑一样。然而,他们毕竟还有地方可以扔掉这些东西,而万物的自然在外部却一无所有。但这门技艺的奇妙之处在于,它限制了自己,把内部一切看似在腐烂、变老、变得无用的东西都转化为它自身,并且又从这些同样的东西中重新造出其他新的东西,从而既不需要外部的物质,也不需要额外的空间来扔掉腐烂之物。因此,它满足于自身的空间、自身的原料和自身的技艺。
- 8.50.1ὡς ἂν καὶ ὑπὸ τέκτονος καὶ σκυτέως γελασθείης
连词 ὡς(正如)与潜在祈愿语气(ἂν + 祈愿语气 γελασθείης)相结合,表示假设性的比较(“正如你若……就会被嘲笑一样”)。它为前文的将来时 καταγελασθήσῃ(你将被嘲笑)提供了一个比喻性的类比。
- 8.50.1καταγινώσκων
主格现在分词,带有条件意味(“如果你指责”),并以之后的 ὅτι 从句作为宾语(“因你看到……而指责”)。
- 8.50.1ἔχουσι ποῦ αὐτὰ ῥίψωσιν
动词 ἔχω 后接疑问副词 ποῦ 和虚拟语气 ῥίψωσιν(源自商榷性虚拟语气),表示类似关系从句的意思:“他们有地方可以扔掉这些东西”。
