- 底本
- Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:8.41.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐明了各种本性中阻碍与恶的类比,强调作为理性存在者的人类理智,只要保持自身的完满,就绝不会受到外界事物的阻碍。
Ἐμποδισμὸς αἰσθήσεως κακὸν ζωτικῆς φύσεως. ἐμποδισμὸς ὁρμῆς ὁμοίως κακὸν ζωτικῆς φύσεως. ἔστι δέ τι ἄλλο ὁμοίως ἐμποδιστικὸν καὶ κακὸν τῆς φυτικῆς κατασκευῆς. οὕτως τοίνυν ἐμποδισμὸς νοῦ κακὸν νοερᾶς φύσεως. πάντα δὴ ταῦτα ἐπὶ σεαυτὸν μετάφερε. πόνος, ἡδονὴ ἅπτεταί σου; ὄψεται ἡ αἴσθησις. ὁρμήσαντι1 ἔνστημα ἐγένετο; εἰ μὲν ἀνυπεξαιρέτως ὥρμας, ἤδη ὡς λογικοῦ2 κακόν, εἰ δὲ τὸ κοινὸν λαμβάνεις, οὔπω βέβλαψαι οὐδὲ ἐμπεπόδισαι. τὰ μέντοι τοῦ νοῦ ἴδια οὐδεὶς ἄλλος εἴωθεν ἐμποδίζειν· τούτου γὰρ οὐ πῦρ, οὐ σίδηρος, οὐ τύραννος, οὐ βλασφημία, οὐχ ὁτιοῦν ἅπτεται, ὅταν γένηται ʽσφαῖρος κυκλοτερὴς μονίῃʼ.3
感觉的阻碍是动物性本质的恶。冲动的阻碍同样是动物性本质的恶。并且还有其他同样阻碍植物性结构并对其有害的事物。同样,理智的阻碍是智性本质的恶。那么,将这一切都应用到你自己身上吧。痛苦或快乐触及你吗?让感觉去面对吧。当你发起冲动时,遇到了障碍吗?如果你毫无保留地发起冲动,那对于理性存在者来说已经是恶了;但如果你接受那共同的法则,你就尚未受到伤害或阻碍。然而,理智特有的活动,任何旁人都无法阻碍;因为无论是火、是铁、是暴君、是诽谤,还是任何其他东西,都无法触及它,当它成为“在孤独中自足的圆球”时。
- 8.41.1ὁρμήσαντι
与格分词 ὁρμήσαντι 作为关系与格使用,暗指第二人称单数(“当你发起冲动时”),表示时间或条件关系。
- 8.41.1ὡς λογικοῦ
连词 ὡς(作为)后接实体化的形容词属格 λογικοῦ(理性存在者),整体表示“作为理性存在者”的身份或资格。
- 8.41.1ʽσφαῖρος κυκλοτερὴς μονίῃʼ
引用自恩培多克勒(残篇B27、B28等)。μονίῃ 是史诗/爱奥尼亚方言中 μονία(孤独、静止)的单数与格,作方式或原因与格(“在孤独中”或“凭其居留”),隐喻魂不受外界干扰的自足状态。
