← 马尔库斯·奥列里乌斯

沉思录

§8.34.1

断肢的比喻与重新融入整体的能力

将把自己从整体中孤立出来的人比作从身体上斩断的手足,阐述了凭借神的恩慈,人类被赋予了重新回归并融入整体(自然与共同体)的独特能力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.34.1

Εἴ ποτε εἶδες χεῖρα ἀποκεκομμένην ἢ πόδα ἢ κεφαλὴν ἀποτετμημένην, χωρίς πού ποτε ἀπὸ τοῦ λοιποῦ σώματος κειμένην· τοιοῦτον ἑαυτὸν ποιεῖ, ὅσον ἐφ’ ἑαυτῷ,1 ὁ μὴ θέλων τὸ συμβαῖνον καὶ ἀποσχίζων ἑαυτὸν ἢ ὁ ἀκοινώνητόν τι πράσσων. ἀπέρριψαί πού ποτε ἀπὸ τῆς κατὰ φύσιν ἑνώσεως· ἐπεφύκεις2 γὰρ μέρος· νῦν δὲ σεαυτὸν ἀπέκοψας. ἀλλ’ ὧδε κομψὸν ἐκεῖνο, ὅτι ἔξεστί σοι πάλιν ἑνῶσαι σεαυτόν. τοῦτο ἄλλῳ μέρει οὐδενὶ θεὸς ἐπέτρεψεν, χωρισθέντι καὶ διακοπέντι πάλιν συνελθεῖν, ἀλλὰ σκέψαι τὴν χρηστότητα ᾗ τετίμηκε τὸν ἄνθρωπον· καὶ γὰρ ἵνα τὴν ἀρχὴν μὴ ἀπορραγῇ ἀπὸ τοῦ ὅλου ἐπ’ αὐτῷ ἐποίησε,3 καὶ ἀπορραγέντι4 πάλιν ἐπανελθεῖν καὶ συμφῦναι καὶ τὴν τοῦ μέρους τάξιν ἀπολαβεῖν ἐποίησεν.

如果你曾见过一只被砍断的手、或一只脚、或一颗被斩下的头,躺在远离身体其余部分的某个地方——那么,一个不接受所发生之事并孤立自己的人,或者一个做出反社会行为的人,在就自己而言的范围内,就是把自己变成了那样的东西。你已将自己从自然的统一体中抛弃;因为你天生就是一个部分;但现在你却将自己切断了。然而,这里有那件绝妙的事:那就是你被允许再次结合自身。神没有允许任何其他部分,在被分离和切断后能再次结合;但想想他用来礼遇人类的仁慈吧:因为他使最初不从整体中分裂出去取决于人自己,而且,即使人已经分裂出去,他也使人能够再次回归、共同生长并恢复作为一部分的地位。

语法注4 条
  1. 8.34.1ὅσον ἐφ’ ἑαυτῷ

    介词 ἐπί 后面接与格(ἑαυτῷ),再加上表示限制的 ὅσον 的惯用表达,意为“就他而言”或“在其自身能力范围内”。这里指由于其自身的主观态度,该人使自己处于如同被砍断的手足般的状态。

  2. 8.34.1ἐπεφύκεις

    动词 φύω 具有不及物意义的完成时 πέφυκα(天生是……)的过去完成时第二人称单数。此处表示“你(原本)天生就是一个部分”这一过去固有的自然状态。

  3. 8.34.1ἐπ’ αὐτῷ ἐποίησε

    介词 ἐπί 接与格(αὐτῷ,指代前文的 τὸν ἄνθρωπον),表示支配或控制,意为“使之取决于他(人)”或“置于他的权力之下”。这表明神将不与整体分裂的选择权交给了人类自身的自由意志。

  4. 8.34.1ἀπορραγέντι

    动词 ἀπορρήγνυμι(撕裂、分裂)的第二不定过去时被动分词单数与格。它是后续不定式(如 ἐπανελθεῖν 等)的逻辑主语,因在上下文指代人类(τῷ ἀνθρώπῳ)而采用与格。此结构由主动词 ἐποίησεν 的使役用法(“使……能够”)所支配。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:8.34.1