← 马尔库斯·奥列里乌斯

沉思录

§6.47.1

死亡的必然性与遵循真理和正义的生活

作者回顾了历史上各种各样的人都不可避免地走向死亡的事实,并指出在人世间唯一有价值的事就是怀着真理、正义与对旁人的善意度过一生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.47.1

Ἐννόει συνεχῶς παντοίους ἀνθρώπους καὶ παντοίων μὲν ἐπιτηδευμάτων, παντοδαπῶν δὲ ἐθνῶν τεθνεῶτας, ὥστε κατιέναι τοῦτο1 μέχρι Φιλιστίωνος καὶ Φοίβου καὶ Ὀριγανίωνος. μέτιθι νῦν ἐπὶ τὰ ἄλλα φῦλα· ἐκεῖ δὴ μεταβαλεῖν2 ἡμᾶς δεῖ ὅπου τοσοῦτοι μὲν δεινοὶ ῥήτορες, τοσοῦτοι δὲ σεμνοὶ φιλόσοφοι, Ἡράκλειτος, Πυθαγόρας, Σωκράτης, τοσοῦτοι δὲ ἥρωες πρότερον, τοσοῦτοι δὲ ὕστερον στρατηγοί, τύραννοι· ἐπὶ τούτοις δὲ Εὔδοξος, Ἵππαρχος, Ἀρχιμήδης, ἄλλαι φύσεις ὀξεῖαι, μεγαλόφρονες, φιλόπονοι, πανοῦργοι, αὐθάδεις, αὐτῆς τῆς ἐπικήρου καὶ ἐφημέρου τῶν ἀνθρώπων ζωῆς χλευασταί, οἷον Μένιππος καὶ ὅσοι τοιοῦτοι. περὶ πάντων τούτων ἐννόει ὅτι πάλαι κεῖνται· τί οὖν τοῦτο δεινὸν αὐτοῖς; τί δαὶ τοῖς μηδ’ ὀνομαζομένοις ὅλως; ἓν ὧδε3 πολλοῦ ἄξιον, τὸ μετ’ ἀληθείας καὶ δικαιοσύνης εὐμενῆ τοῖς ψεύσταις καὶ ἀδίκοις διαβιοῦν.

不断地思考,各种各样的人、从事各种各样职业的人以及来自各个民族的人,都已经死去了,以至于这一死亡的行列甚至延伸到菲利斯提翁、福伊布斯和奥里加尼翁。现在请转向其他人群。我们确实必须迁往那个地方,在那里有那么多杰出的雄辩家,那么多庄严的哲学家,如赫拉克利特、毕达哥拉斯、苏格拉底,那么多昔日的英雄,那么多后世的将领和僭主。在他们之外,还有欧多克索斯、喜帕恰斯、阿基米德,以及其他敏锐、高傲、勤勉、狡黠、固执、嘲笑人类易逝而短暂之生命本身的其他心性者,例如梅尼普斯和所有像他这样的人。关于所有这些人,请记住他们早已躺下;那么,这对于他们有什么可怕的呢?对于那些甚至连名字都没有留下的人,又有什么可怕的呢?在这里,唯有一件事是大有价值的:以真理与正义,对虚伪与不义之人也心怀善意地度过一生。

语法注3 条
  1. 6.47.1κατιέναι τοῦτο

    τοῦτο 指的是前文“各种各样的人死去”这一概念(或追溯这些人的思考过程)。κατιέναι(下行、降至)意指思考的范围从历史上显赫的人物向下延伸到菲利斯提翁等当代或较为卑微的人物(如滑稽剧演员)。

  2. 6.47.1μεταβαλεῖν

    用作不及物动词,意为“迁移”、“(向彼世)过渡”,是“死亡”的委婉说法。宾格的 ἡμᾶς 是该不定式的逻辑主语,受无人称动词 δεῖ 支配。

  3. 6.47.1ὧδε

    副词 ὧδε 在此处意为“在这里”(即“在人世间”或“在今生”),而非“如此”。带冠词的不定式短语 τὸ ... διαβιοῦν 充当名词,与 ἓν(唯一有价值的事物)同格。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:6.47.1