- 底本
- Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:5.5.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者敦促自己不要以缺乏天赋为借口,而应追求真诚、高尚等完全在自身掌控之中的美德,并不懈地锻炼自己,不陷入怠惰。
Δριμύτητά σου οὐκ ἔχουσι θαυμάσαι· ἔστω, ἀλλὰ ἕτερα πολλά, ἐφ’ ὧν οὐκ ἔχεις εἰπεῖν· οὐ γὰρ πέφυκα.1 ἐκεῖνα οὖν παρέχου, ἅπερ ὅλα ἐστὶν ἐπὶ σοί, τὸ ἀκίβδηλον, τὸ σεμνόν, τὸ φερέπονον, τὸ ἀφιλήδονον, τὸ ἀμεμψίμοιρον, τὸ ὀλιγοδεές, τὸ εὐμενές, τὸ ἐλεύθερον, τὸ ἀπέρισσον, τὸ ἀφλύαρον, τὸ μεγαλεῖον. οὐκ αἰσθάνῃ πόσα ἤδη παρέχεσθαι δυνάμενος, ἐφ’ ὧν οὐδεμία ἀφυίας καὶ ἀνεπιτηδειότητος πρόφασις, ὅμως ἔτι κάτω μένεις ἑκών; ἢ καὶ γογγύζειν καὶ γλισχρεύεσθαι καὶ κολακεύειν καὶ τὸ σωμάτιον καταιτιᾶσθαι καὶ ἀρεσκεύεσθαι καὶ περπερεύεσθαι καὶ τοσαῦτα ῥιπτάζεσθαι τῇ ψυχῇ διὰ τὸ ἀφυῶς κατεσκευάσθαι ἀναγκάζῃ; οὐ μὰ τοὺς θεούς, ἀλλὰ τούτων μὲν πάλαι ἀπηλλάχθαι ἐδύνασο,2 μόνον δέ, εἰ ἄρα, ὡς βραδύτερος καὶ δυσπαρακολουθητότερος καταγινώσκεσθαι. καὶ τοῦτο δὲ ἀσκητέον μὴ παρενθυμουμένῳ3 μηδὲ ἐμφιληδονοῦντι τῇ νωθείᾳ.
他们无法赞美你的敏锐。就算如此吧,但还有许多其他的事情,对于它们,你不能说:“因为我没有天生的才能。”因此,去提供那些完全在你力量掌控之中的品质吧:纯真、庄重、耐劳、不好享乐、不怨天尤人、寡欲、友善、自由、朴素、不说废话、高尚。你难道没有意识到,有多少品质是你已经能够展现的,对于这些,你没有任何缺乏天资或不适任的借口,然而你却仍然甘愿留在低处?难道说,因为你天生构造不佳,你就不得不抱怨、吝啬、奉迎、责备你可怜的身体、讨好他人、自夸,并在灵魂中如此剧烈地动荡吗?不,凭神明发誓,绝非如此!相反,你早在很久以前就可以摆脱这些,至多不过是在理解上显得有些迟钝和难以跟上而受到指责。而且,即便对于这一点(迟钝),你也必须加以锻炼,不可疏忽大意,也不可沉溺于这种怠惰之中。
- 5.5.1οὐ γὰρ πέφυκα
此处为直接引语,作为动词不定式 εἰπεῖν(说)的宾语,引用了辩称自己缺乏天赋的自我托词。
- 5.5.1ἐδύνασο
直说过去未完成时在不带语气词 ἄν 的情况下使用,表示过去未实现的某种可能性(“你本可以……,但实际上没有”)。
- 5.5.1παρενθυμουμένῳ
虽然动词形容词 ἀσκητέον 应当伴随的施事者(与格)被省略了,但通过该分词(与格单数阳性)及接下来的 ἐμφιληδονοῦντι 的格变化,表明了其所预设的施事者为第二人称单数(σοί,“由你”)。
