- 底本
- Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:5.1.1-5.1.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者告诫自己在清晨要克服赖床的懒惰,意识到自己是为了履行人的职责和顺应本性去行动而生的,正像其他万物都在各司其职一样。
Ὄρθρου, ὅταν δυσόκνως ἐξεγείρῃ,1 πρόχειρον ἔστω ὅτι ἐπὶ ἀνθρώπου ἔργον ἐγείρομαι· τί οὖν δυσκολαίνω, εἰ πορεύομαι ἐπὶ τὸ ποιεῖν ὧν ἕνεκεν γέγονα καὶ ὧν χάριν προῆγμαι εἰς τὸν κόσμον; ἢ ἐπὶ τοῦτο κατεσκεύασμαι, ἵνα κατακείμενος ἐν στρωματίοις ἐμαυτὸν θάλπω; ἀλλὰ τοῦτο ἥδιον. πρὸς τὸ ἥδεσθαι οὖν γέγονας, ὅλως δὲ σὺ πρὸς πεῖσιν ἢ πρὸς ἐνέργειαν;2 οὐ βλέπεις τὰ φυτάρια, τὰ στρουθάρια, τοὺς μύρμηκας, τοὺς ἀράχνας, τὰς μελίσσας τὸ ἴδιον ποιούσας, τὸ καθ’ αὑτὰς συγκροτούσας κόσμον; ἔπειτα σὺ οὐ θέλεις τὰ ἀνθρωπικὰ ποιεῖν; οὐ τρέχεις ἐπὶ τὸ κατὰ τὴν σὴν φύσιν;
清晨,当你懒得起床时,让这个想法随时准备着:“我起床是为了做人的工作。既然我去从事我为之出生、并为之被带入这个世界的事业,那我又有什么可抱怨的呢?难道我是为了躺在被窝里让自己暖和而被造出来的吗?”“但这更舒服。”“那么,你出生是为了享受舒服,总的来说是为了受动,还是为了活动呢?你没有看到小植物、小麻雀、蚂蚁、蜘蛛、蜜蜂在做它们自己的工作,并以它们自己的方式整顿世界吗?既然如此,你却不想做人的工作吗?你不奔向符合你本性的事情吗?”
ἀλλὰ δεῖ καὶ ἀναπαύεσθαι. φημὶ κἀγώ· ἔδωκε μέντοι καὶ τούτου μέτρα ἡ φύσις καὶ τοῦ ἐσθίειν καὶ πίνειν καὶ ὅμως σὺ ὑπὲρ τὰ μέτρα, ὑπὲρ τὰ ἀρκοῦντα προχωρεῖς, ἐν δὲ ταῖς πράξεσιν οὐκέτι, ἀλλ’ ἐντὸς τοῦ δυνατοῦ. οὐ γὰρ φιλεῖς σεαυτόν, ἐπεί τοι καὶ τὴν φύσιν ἄν σου καὶ τὸ βούλημα ταύτης ἐφίλεις.3
“但休息也是必要的。”我也这样说。然而,自然对此也设定了限度,对于饮食也是如此;可是你却超出了限度,超出了足够的量;但在行动上你却不再如此,反而停在能力范围之内。因为你并不爱你自己;否则你就会爱你的本性以及它的意志了。
ἀλλ’ οἵ γε τὰς τέχνας ἑαυτῶν φιλοῦντες συγκατατήκονται τοῖς κατ’ αὐτὰς ἔργοις ἄλουτοι καὶ ἄσιτοι· σὺ τὴν φύσιν τὴν σαυτοῦ ἔλασσον τιμᾷς ἢ ὁ τορευτὴς τὴν τορευτικὴν ἢ ὁ ὀρχηστὴς τὴν ὀρχηστικὴν ἢ ὁ φιλάργυρος τὸ ἀργύριον ἢ ὁ κενόδοξος τὸ δοξάριον; καὶ οὗτοι, ὅταν προσπαθῶσιν, οὔτε φαγεῖν οὔτε κοιμηθῆναι θέλουσι μᾶλλον ἢ ταῦτα συναύξειν, πρὸς ἃ διαφέρονται·4 σοὶ δὲ αἱ κοινωνικαὶ πράξεις εὐτελέστεραι φαίνονται καὶ ἥσσονος σπουδῆς ἄξιαι;
然而,那些热爱自己手艺的人,在属于手艺的工作中磨损自己,甚至不洗澡、不吃饭。难道你尊重自己的本性,还不如雕刻家尊重雕刻术、舞者尊重舞蹈、守财奴尊重银子、虚荣者尊重微不足道的名声吗?这些人一旦热衷,宁可不吃不睡,也要增进他们所专注的事业;难道在你看来,共同体社会的活动是更低贱、更不值得努力的吗?
- 5.1.1δυσόκνως ἐξεγείρῃ
ἐξεγείρῃ 是动词 ἐξεγείρω(唤醒)的现在时中被动语态第二人称单数虚拟式,与 ὅταν 连用表示现在的一般条件。在此处取中动语态意义,意为“(自己)醒来、起床”,由副词 δυσόκνως(勉强地、懒洋洋地)修饰。
- 5.1.1πρὸς πεῖσιν ἢ πρὸς ἐνέργειαν
πεῖσις 是与动词 πάσχω(承受、受影响)相对应的名词,在此处意为“受动”或“感受性”。它与能动的“活动”(ἐνέργεια)相对比,反映了斯多亚学派的观点:人类不应只是被动接受外在影响的存在,而应是能动地进行实践的实体。
- 5.1.2ἐπεί τοι καὶ τὴν φύσιν ἄν σου καὶ τὸ βούλημα ταύτης ἐφίλεις
连词 ἐπεί(因为,否则)带有语气词 τοι,后接助词 ἄν 和未完成过去直说法的 ἐφίλεις(动词 φιλέω“爱”的第二人称单数),构成了与现在事实相反的虚拟条件句的结句(条件从句“如果你爱自己”被省略)。整句逻辑为:“否则,你本来是会爱你的本性以及它的意志的。”
- 5.1.3πρὸς ἃ διαφέρονται
διαφέρονται 是动词 διαφέρω 的现在时中被动语态第三人称复数,紧跟在介词短语 πρὸς ἅ(指向这些事)之后。此处并非取其常见的意思“不同”或“争论”,而是取其中被动语态的特殊用法,意为“被引导至某事、致力于、专注于”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
