- 底本
- Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:3.7.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者告诫人们绝不要重视任何会使人违背信念、道德堕落的事物,指出选择自身理性和神明之人能超脱生死、免于戏剧性的哀叹。
Μὴ τιμήσῃς1 ποτὲ ὡς συμφέρον σεαυτοῦ, ὃ ἀναγκάσει σέ ποτε τὴν πίστιν παραβῆναι, τὴν αἰδῶ ἐγκαταλιπεῖν, μισῆσαί τινα, ὑποπτεῦσαι, καταράσασθαι, ὑποκρίνασθαι, ἐπιθυμῆσαί τινος τοίχων καὶ παραπετασμάτων δεομένου.2 ὁ γὰρ τὸν ἑαυτοῦ νοῦν καὶ δαίμονα καὶ τὰ ὄργια τῆς τούτου ἀρετῆς προελόμενος τραγῳδίαν οὐ ποιεῖ,3 οὐ στενάζει, οὐκ ἐρημίας, οὐ πολυπληθείας δεήσεται· τὸ μέγιστον, ζήσει μήτε διώκων μήτε φεύγων, πότερον δὲ ἐπὶ πλέον διάστημα χρόνου τῷ σώματι περιεχομένῃ τῇ ψυχῇ4 ἢ ἐπ’ ἔλασσον χρήσεται, οὐδ᾽ ὁτιοῦν αὐτῷ μέλει· κἂν γὰρ ἤδη ἀπαλλάσσεσθαι δέῃ, οὕτως εὐλύτως ἄπεισιν, ὡς ἄλλο τι τῶν αἰδημόνως καὶ κοσμίως ἐνεργεῖσθαι δυναμένων ἐνεργήσων, τοῦτο μόνον παρ’ ὅλον τὸν βίον εὐλαβούμενος, τὸ τὴν διάνοιαν ἔν τινι ἀνοικείῳ νοεροῦ καὶ πολιτικοῦ ζῴου τροπῇ γενέσθαι.5
绝不要将任何有朝一日会迫使你背弃信义、放弃羞恶之心、憎恨他人、怀疑、诅咒、虚伪,或者觊觎需要墙壁和帷幔遮掩之物的东西,视为对自己有益而加以重视。因为那选择自己心灵和神明、以及其德行奥秘的人,既不演悲剧,也不叹息,亦不需要孤独或人群。最重要的是,他在生活中既不追求也不逃避;至于他能将这被身体包裹着的灵魂使用较长还是较短的时间,他对此毫不在意。因为即使现在就必须离去,他也会如此洒脱地走,就像去从事任何其他可以庄重且有秩序地进行的行为一样。在整个生命中,他唯一提防的只是:使自己的理智陷入任何不适合于理性和社会性动物的倾向。
- 3.7.1Μὴ τιμήσῃς
“μὴ” 连用虚拟语气不定过去时第二人称单数,表示强烈的禁止命令。
- 3.7.1τοίχων καὶ παραπετασμάτων δεομένου
动词 δέομαι(需要,支配属格)的现在分词中性单数属格 δεομένου 修饰不定代词 τινος。所谓“需要墙壁和帷幔遮蔽之物”隐喻那些不光彩、见不得人的不道德行为。
- 3.7.1τραγῳδίαν οὐ ποιεῖ
字面意思是“不演悲剧”。在斯多葛哲学的语境中,指不夸张地表现自己的痛苦,或对命运进行戏剧性的哀叹。
- 3.7.1τῷ σώματι περιεχομένῃ τῇ ψυχῇ
与格,作为动词 χρήσεται(源自 χράομαι,“使用”)的宾语。περιεχομένῃ 是修饰 ψυχῇ 的现在分词被动式。
- 3.7.1τὸ τὴν διάνοιαν ... γενέσθαι
同格不定式从句,用以解释前文 τοῦτο μόνον ... εὐλαβούμενος 中的指示代名词 τοῦτο。τὴν διάνοιαν 是不定式 γενέσθαι 的逻辑主语(宾格)。
