- 底本
- Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:12.1.1-12.1.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过抛弃过去、将未来托付给神意,并以虔敬和正义度过当下,人无须迂回便能立即获得所追求的幸福,成为配得上宇宙的存在。
Πάντα ἐκεῖνα, ἐφ’ ἃ διὰ περιόδου εὔχῃ ἐλθεῖν, ἤδη ἔχειν δύνασαι, ἐὰν μὴ σαυτῷ φθονῇς.1 τοῦτο δέ ἐστιν, ἐὰν πᾶν τὸ παρελθὸν καταλίπῃς καὶ τὸ μέλλον ἐπιτρέψῃς τῇ προνοίᾳ καὶ τὸ παρὸν μόνον ἀπευθύνῃς πρὸς ὁσιότητα καὶ δικαιοσύνην. ὁσιότητα μέν, ἵνα φιλῇς τὸ ἀπονεμόμενον· σοὶ γὰρ αὐτὸ ἡ φύσις ἔφερε καὶ σὲ τούτῳ·2 δικαιοσύνην δέ, ἵνα ἐλευθέρως καὶ χωρὶς περιπλοκῆς λέγῃς τε τἀληθῆ καὶ πράσσῃς τὰ κατὰ νόμον καὶ κατ’ ἀξίαν· μὴ ἐμποδίζῃ δέ σε μήτε κακία ἀλλοτρία μήτε ὑπόληψις μήτε φωνὴ μηδὲ μὴν αἴσθησις τοῦ περιτεθραμμένου σοι σαρκιδίου· ὄψεται γὰρ τὸ πάσχον.3
那些你祈求通过迂回途径去达到的所有事物,只要你不吝惜自己,现在就能够拥有。而这取决于你是否抛开过去的一切,将未来托付给神意,并仅仅将当下引向虔敬与正义。至于虔敬,是为了让你热爱分配给你的事物,因为自然将它带给你,也将你带给它;至于正义,是为了让你自由且毫无牵绊地既说出真理,又按照法律和价值行事。不要让别人的恶念、成见、言语,甚至包裹着你的肉体之感觉来阻碍你,因为那受苦的部分自会照料。
ἐὰν οὖν, ὅτε δήποτε πρὸς ἐξόδῳ γένῃ, πάντα τὰ ἄλλα καταλιπὼν μόνον τὸ ἡγεμονικόν σου καὶ τὸ ἐν σοὶ θεῖον τιμήσῃς καὶ μὴ τὸ παύσεσθαί ποτε τοῦ ζῆν φοβηθῇς, ἀλλὰ τό γε μηδέποτε ἄρξασθαι κατὰ φύσιν ζῆν, ἔσῃ ἄνθρωπος ἄξιος τοῦ γεννήσαντος κόσμου καὶ παύσῃ ξένος ὢν τῆς πατρίδος καὶ θαυμάζων ὡς ἀπροσδόκητα τὰ καθ’ ἡμέραν γινόμενα καὶ κρεμάμενος4 ἐκ τοῦδε καὶ τοῦδε.
因此,无论何时当你临近生命的出口,若能抛开其他一切,只尊崇你的支配主体和你内在的神性,并且不害怕有朝一日停止生命,而是害怕从未开始按照自然去生活,你就会成为一个配得上孕育你的宇宙的人,不再是自己祖国的异乡人,不再对每日发生的事情感到惊异如意料之外,也不再依附于这人或那人。
- 12.1.1ἐὰν μὴ σαυτῷ φθονῇς
意为“如果你不吝惜自己(不拒绝给予自己恩惠)”。动词 φθονέω 支配与格,除了“嫉妒”之外,还表示“吝惜、不愿给予某人(某物)”。在此处的积极语境中,指不拒绝让自己获得幸福或善。
- 12.1.1σοὶ γὰρ αὐτὸ ἡ φύσις ἔφερε καὶ σὲ τούτῳ
在后半句 καὶ σὲ τούτῳ 中,省略了前半句的动词 ἔφερε,应补足为“(自然将)你带给它(命运)”。这表达了一种相互的宿命论,即自然为个人安排了环境,同时也将个人塑造得适应这一环境。
- 12.1.1ὄψεται γὰρ τὸ πάσχον
意为“因为受苦的部分(即肉体)自会看管它”。中性现在分词 τὸ πάσχον 作主语,指代与灵魂(理性的支配主体)相区别的、处于被动受动地位的肉体或感官。动词 ὄψομαι 在此由“看”引申为“照料、应对、负责”。
- 12.1.2παύσῃ ξένος ὢν τῆς πατρίδος καὶ θαυμάζων... καὶ κρεμάμενος...
第二人称单数将来时中动变位 παύσῃ(“你将停止”)同时支配并列的三个分词:ὢν、θαυμάζων 和 κρεμάμενος。动词 παύομαι 习惯接补充性分词,表示“停止做某事”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
