← 马尔库斯·奥列里乌斯

沉思录

§11.8.1

断枝的比喻与从共同体分裂的危险

马可·奥勒留用树枝与植物的比喻警告说,憎恨邻人等于自绝于整个共同体,并阐述了重新结合的可能性与频繁分裂的危害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.8.1

Κλάδος τοῦ προσεχοῦς κλάδου ἀποκοπεὶς οὐ δύναται μὴ καὶ τοῦ ὅλου φυτοῦ ἀποκεκόφθαι.1 οὕτω δὴ καὶ ἄνθρωπος ἑνὸς ἀνθρώπου ἀποσχισθεὶς ὅλης τῆς κοινωνίας ἀποπέπτωκε. κλάδον μὲν οὖν ἄλλος ἀποκόπτει· ἄνθρωπος δὲ αὐτὸς ἑαυτὸν τοῦ πλησίον χωρίζει μισήσας καὶ ἀποστραφείς, ἀγνοεῖ δὲ ὅτι καὶ τοῦ ὅλου πολιτεύματος ἅμα ἀποτέτμηκεν ἑαυτόν. πλὴν ἐκεῖνό γε δῶρον τοῦ συστησαμένου τὴν κοινωνίαν Διός· ἔξεστι γὰρ ἡμῖν πάλιν συμφῦναι τῷ προσεχεῖ καὶ πάλιν τοῦ ὅλου συμπληρωτικοῖς γενέσθαι. πλεονάκις μέντοι γινόμενον2 τὸ κατὰ τὴν τοιαύτην διαίρεσιν δυσένωτον καὶ δυσαποκατάστατον τὸ ἀποχωροῦν ποιεῖ. ὅλως τε οὐχ ὅμοιος ὁ κλάδος ὁ ἀπ’ ἀρχῆς συμβλαστήσας καὶ σύμπνους συμμείνας τῷ μετὰ τὴν ἀποκοπὴν αὖθις ἐγκεντρισθέντι, ὅ τι ποτὲ λέγουσιν οἱ φυτουργοί. Ὁμοθαμνεῖν μέν, μὴ ὁμοδογματεῖν δέ.3

被从相邻树枝上砍下的枝条,不可能不与整个植物同时被砍下。正是如此,一个人如果与另一个人割裂,也就从整个共同体中坠落了。然而,树枝是由旁人砍下的;人却是因怀恨和厌弃,亲手将自己与邻人隔绝,却不知自己已同时将自己从整个国度中剪除。不过,这确是建立了共同体的宙斯的恩赐;因为我们有可能重新与相邻者合为一体,并再次成为整体的补充。然而,若是这种分裂多次发生,便会让离去的部分难以结合,难以复原。总之,自始至终共同生长、同气连枝的树枝,绝不同于被砍下后又重新接上的枝条,无论园丁们怎么说。 虽同出一本,却不必墨守一途。

语法注3 条
  1. 11.8.1οὐ δύναται μὴ καὶ τοῦ ὅλου φυτοῦ ἀποκεκόφθαι

    双重否定(οὐ δύναται μὴ 连用不定式)表示强烈的必要性(“不可能不……”)。完成时不定式 ἀποκεκόφθαι 强调被砍下后所处的持续状态。

  2. 11.8.1πλεονάκις ... γινόμενον

    现在分词 γινόμενον 为中性单数,修饰主语短语 τὸ κατὰ τὴν τοιαύτην διαίρεσιν(这种分裂产生的事物)。该短语整体限定了动词 ποιεῖ 的直接宾语 τὸ ἀποχωροῦν(离去的部分)的特征。

  3. 11.8.1Ὁμοθαμνεῖν μέν, μὴ ὁμοδογματεῖν δέ

    由 μέν... δέ 对比的两个不定式(ὁμοθαμνεῖν 与 ὁμοδογματεῖν)在没有主语或主导动词的情况下独立使用,充当表示命令或劝诫的独立不定式。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:11.8.1