← 马尔库斯·奥列里乌斯

沉思录

§11.6.1-11.6.2

悲剧与喜剧的演变及其伦理意义

作者回顾了从悲剧到古喜剧、中期喜剧和新喜剧的戏剧历史与伦理意义,阐述了悲剧如何教导人生境遇的必然性,以及喜剧如何通过坦率的言辞警示人们消除虚妄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.6.1

Πρῶτον αἱ τραγῳδίαι παρήχθησαν ὑπομνηστικαὶ τῶν συμβαινόντων καὶ ὅτι1 ταῦτα οὕτως πέφυκε γίνεσθαι καὶ ὅτι, οἷς ἐπὶ τῆς σκηνῆς ψυχαγωγεῖσθε, τούτοις μὴ ἄχθεσθε ἐπὶ τῆς μείζονος σκηνῆς· ὁρᾶτε γὰρ ὅτι οὕτως δεῖ ταῦτα περαίνεσθαι καὶ ὅτι φέρουσιν αὐτὰ καὶ οἱ κεκραγότες· ʽἰὼ Κιθαιρών.ʼ καὶ λέγεται δέ τινα ὑπὸ τῶν τὰ δράματα ποιούντων χρησίμως· οἷόν ἐστιν ἐκεῖνο μάλιστα· "εἰ δ’ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ’ ἐμώ, ἔχει λόγον καὶ τοῦτο·" καὶ πάλιν· "τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι·2" καί· "βίον θερίζειν ὥστε κάρπιμον στάχυν·"

首先,悲剧被引入,是为了提醒人们注意所发生的事,并且提醒人们:这些事如此发生乃是自然之理;而且,对于那些在舞台上吸引你们的事物,在更大的舞台上也不要感到愤恨。因为你们看到,这些事必然如此终结,而且甚至连那些高喊“哀哉,基泰戎!”的人也在承受着它们。剧作家们也说出了一些有益的话,特别是以下这句: “若我和我的孩子为神明所忽视,这亦有其道理。” 又如: “不应对万事境遇发怒;”以及: “收割生命,犹如收割丰收的麦穗。”

§11.6.2

καὶ ὅσα τοιαῦτα. μετὰ δὲ τὴν τραγῳδίαν ἡ ἀρχαία κωμῳδία παρήχθη, παιδαγωγικὴν παρρησίαν ἔχουσα καὶ τῆς ἀτυφίας οὐκ ἀχρήστως δι’ αὐτῆς τῆς εὐθυρρημοσύνης ὑπομιμνῄσκουσα· πρὸς οἷόν τι καὶ Διογένης ταυτὶ παρελάμβανε. μετὰ ταύτην ἡ μέση κωμῳδία καὶ λοιπὸν ἡ νέα πρὸς τί ποτε παρείληπται, ἣ κατ’ ὀλίγον ἐπὶ τὴν ἐκ μιμήσεως φιλοτεχνίαν ὑπερρύη, ἐπίστησον.3 ὅτι μὲν γὰρ λέγεται καὶ ὑπὸ τούτων τινὰ χρήσιμα οὐκ ἀγνοεῖται, ἀλλὰ ἡ ὅλη ἐπιβολὴ τῆς τοιαύτης ποιήσεως καὶ δραματουργίας πρὸς τίνα ποτὲ σκοπὸν ἀπέβλεψεν;

以及其他诸如此类的话。在悲剧之后,古喜剧被引入,它具有教育性的直言不讳,并通过这种坦率的言辞有益地提醒人们不要虚妄;第欧根尼也为了类似的目的而采纳了这些。在此之后,请注意,中期喜剧以及随后的新喜剧究竟是为什么被引入的,它们渐渐退化为仅仅依靠模仿的技巧。因为,即使是这些创作者也说了一些有益的话,这一点并非不为人知,但是,此类诗作和剧作的整体构想究竟指向了什么目的呢?

语法注3 条
  1. 11.6.1ὑπομνηστικαὶ τῶν συμβαινόντων καὶ ὅτι... καὶ ὅτι...

    属格名词短语(τῶν συμβαινόντων)与两个 ὅτι 从句并列,共同作为形容词 ὑπομνηστικαὶ 的补足语。此外,在第二个 ὅτι 从句中(μὴ ἄχθεσθε),尽管处于间接引语的从属句中,却使用了命令语气(第二人称复数),这是一种保留了直接引语命令语气的破格构文(混合语式)。

  2. 11.6.1τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι

    引用自欧里庇得斯。现在时不定式 θυμοῦσθαι 用作绝对不定式(代替命令式的不定式),表示命令或必要性。

  3. 11.6.2πρὸς τί ποτε παρείληπται... ἐπίστησον

    命令式动词 ἐπίστησον(“注意、思考”)位于句末,作为其宾语(考虑对象)的间接疑问从句 πρὸς τί ποτε παρείληπται 被前置。关系从句 ἣ ... ὑπερρύη 是一个修饰先行词 ἡ νέα(新喜剧)的插入性关系从句。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:11.6.1-11.6.2