- 底本
- Marcus Aurelius. M. Antoninus Imperator Ad Se Ipsum. Leopold, Jan Hendrik, editor. Leipzig: Teubner, 1908
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:10.8.1-10.8.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者定义了自己应当践行的各种美德(如善良、理智等),敦促自己坚守这些名字,若无法做到则应尊严地离开尘世,并强调通过记住神明来履行各自的本分。
Ὀνόματα θέμενος σαυτῷ ταῦτα·1 ἀγαθός, αἰδήμων, ἀληθής, ἔμφρων, σύμφρων, ὑπέρφρων, πρόσεχε μήποτε μετονομάζῃ, κἂν ἀπολλύῃς ταῦτα τὰ ὀνόματα, ταχέως ἐπάνιθι ἐπ’ αὐτά. μέμνησο δὲ ὅτι τὸ μὲν ἔμφρων ἐβούλετό σοι σημαίνειν2 τὴν ἐφ’ ἕκαστα διαληπτικὴν ἐπίστασιν καὶ τὸ ἀπαρενθύμητον· τὸ δὲ σύμφρων τὴν ἑκούσιον ἀπόδεξιν τῶν ὑπὸ τῆς κοινῆς φύσεως ἀπονεμομένων· τὸ δὲ ὑπέρφρων τὴν ὑπέρτασιν τοῦ φρονοῦντος μορίου ὑπὲρ λείαν ἢ τραχεῖαν κίνησιν τῆς σαρκὸς καὶ τὸ δοξάριον καὶ τὸν θάνατον καὶ ὅσα τοιαῦτα.
给自己设定这些名字:善良、谦逊、真实、理智、顺从、高尚。当心切勿改名;即便你失去了这些名字,也要迅速回到它们身边。记住,“理智”对你而言意指对每一件事物作细致的辨析理解,并且不疏忽大意;“顺从”意指自愿接受共同自然所分配给的一切;“高尚”意指思考的部分超越肉体光滑或粗糙的运动、虚名、死亡以及所有诸如此类的事物。
ἐὰν οὖν διατηρῇς σεαυτὸν ἐν τούτοις τοῖς ὀνόμασι μὴ γλιχόμενος τοῦ ὑπ’ ἄλλων κατὰ ταῦτα ὀνομάζεσθαι, ἔσῃ ἕτερος καὶ εἰς βίον εἰσελεύσῃ ἕτερον. τὸ γὰρ ἔτι τοιοῦτον εἶναι οἷος μέχρι νῦν γέγονας, καὶ ἐν βίῳ τοιούτῳ σπαράσσεσθαι καὶ μολύνεσθαι, λίαν ἐστὶν ἀναισθήτου3 καὶ φιλοψύχου καὶ ὁμοίου τοῖς ἡμιβρώτοις θηριομάχοις, οἵτινες μεστοὶ τραυμάτων καὶ λύθρου παρακαλοῦσιν ὅμως εἰς τὴν αὔριον φυλαχθῆναι, παραβληθησόμενοι τοιοῦτοι τοῖς αὐτοῖς ὄνυξι καὶ δήγμασιν.
因此,如果你在这些名字中保持自我,而不渴望被他人如此称呼,你就会成为一个不同的人,并进入一种不同的生活。因为,继续做你直到现在为止的那种人,在这样的生活中备受蹂躏和玷污,是极其愚钝、贪生怕死之人的特征,就像那些已被咬掉半边身子的斗兽士一样,他们浑身是伤口和污血,却仍乞求被留到明天,以便以这种状态再次被投给同样的爪子和尖牙。
ἐμβίβασον οὖν σαυτὸν εἰς τὰ ὀλίγα ταῦτα ὀνόματα, κἂν μὲν ἐπ’ αὐτῶν μένειν δύνῃ, μένε ὥσπερ εἰς μακάρων τινὰς νήσους μετῳκισμένος· ἐὰν δὲ αἴσθῃ ὅτι ἐκπίπτεις καὶ οὐ περικρατεῖς, ἄπιθι θαρρῶν εἰς γωνίαν τινά, ὅπου κρατήσεις, ἢ καὶ παντάπασιν ἔξιθι τοῦ βίου, μὴ ὀργιζόμενος, ἀλλὰ ἁπλῶς καὶ ἐλευθέρως καὶ αἰδημόνως, ἕν γε τοῦτο μόνον πράξας ἐν τῷ βίῳ τὸ οὕτως ἐξελθεῖν.
因此,请将你自己安置在这少数几个名字之中;如果你能坚守它们,就请坚守下去,如同已经移居到某些福人岛上一样。但如果你发现自己正在坠落、无法掌控,那就勇敢地退隐到某个你能掌控的角落,或者干脆完全离开尘世,不要心怀愤怒,而是要简单、自由、谦逊,在生命中至少做成这一件事:以这样的方式离去。
πρὸς μέντοι τὸ μεμνῆσθαι τῶν ὀνομάτων μεγάλως συλλήψεταί σοι τὸ μεμνῆσθαι θεῶν4 καὶ ὅτιπερ οὐ κολακεύεσθαι οὗτοι θέλουσιν, ἀλλὰ ἐξομοιοῦσθαι ἑαυτοῖς τὰ λογικὰ πάντα καὶ εἶναι τὴν μὲν συκῆν τὰ συκῆς ποιοῦσαν, τὸν δὲ κύνα τὰ κυνός, τὴν δὲ μέλισσαν τὰ μελίσσης, τὸν δὲ ἄνθρωπον τὰ ἀνθρώπου.
然而,为了记住这些名字,记住神明将对你有极大的帮助:记住他们不愿受到谄媚,而是希望所有理性存在者都与他们自身相似,希望无花果树做无花果树的事,狗做狗的事,蜜蜂做蜜蜂的事,而人做人的事。
- 10.8.1Ὀνόματα θέμενος σαυτῷ ταῦτα
分词 θέμενος(第二不定过去时中动态,阳性单数主格)在句中充当条件状语(“如果你为自己设定了这些名字”),修饰主句的命令式动词 πρόσεχε。中动语态表示“为自己”的利益而做某事。
- 10.8.1ἐβούλετό σοι σημαίνειν
未完成过去时 ἐβούλετο 不仅指过去的意图,而且用于表达哲学概念或术语所固有的、持续性的“意图”或“定义”,在语义上相当于“旨在意指”。
- 10.8.2λίαν ἐστὶν ἀναισθήτου
属格 ἀναισθήτου(以及并列的 φιλοψύχου 和 ὁμοίου)是特征属格(表示“是……的特征”),用作表语,说明主语不定式短语 τὸ ... εἶναι 的性质。
- 10.8.4συλλήψεταί σοι τὸ μεμνῆσθαι θεῶν
动词 συλλήψεται(συλλαμβάνω 的将来时中动态第三人称单数)接与格(σοι),意为“将有助于”。主语是带冠词的不定式 τὸ μεμνῆσθαι θεῶν(记住神明),而句首的介词短语 πρὸς ... τὸ μεμνῆσθαι τῶν ὀνομάτων(对于记住这些名字而言)则表示目的或关联。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 原文 2 处
