← 朗格斯

达夫尼斯与克洛伊

§4.4.1-4.4.5

准备迎接主人与照料山羊

拉蒙悉心照料庭园,并督促达夫尼斯把山羊喂肥以迎主人到来;达夫尼斯为了获得准许结婚,与克洛埃一同全力精心照料羊群。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4.1

Τοιοῦτον ὄντα τὸν παράδεισον ὁ Λάμων ἐθεράπευε, τὰ ξηρὰ ἀποτέμνων, τὰ κλήματα ἀναλαμβάνων. Τὸν Διόνυσον ἐστεφάνωσε· τοῖς ἄνθεσιν ὕδωρ ἐπωχέτευσε. Πηγή τις ἦν, ἣν εὗρεν ἐς τὰ ἄνθη Δάφνις· ἐσχόλαζε μὲν τοῖς ἄνθεσιν ἡ πηγή, Δάφνιδος δὲ ὅμως ἐκαλεῖτο πηγή.

拉蒙照料着这样的园子,剪除枯枝,扶起葡萄藤的枝条。他给狄俄倪索斯戴上花冠,引水浇灌花朵。有一处泉水,是达夫尼斯为这些花寻得的;泉水虽专供花卉之用,却仍被称作“达夫尼斯之泉”。

§4.4.2

Παρεκελεύετο δὲ καὶ τῷ Δάφνιδι ὁ Λάμων πιαίνειν τὰς αἶγας ὡς δυνατὸν μάλιστα, πάντως που κἀκείνας λέγων ὄψεσθαι τὸν δεσπότην ἀφικόμενον διὰ μακροῦ.

拉蒙也督促达夫尼斯尽可能把山羊喂肥,说主人久别重来,必定也会巡视那些羊群。

§4.4.3

Ὁ δὲ ἐθάρρει μὲν ὡς ἐπαινεθησόμενος ἐπ’ αὐταῖς· διπλασίονάς τε γὰρ ὧν ἔλαβεν1 ἐποίησε καὶ λύκος οὐδὲ μίαν ἥρπασε, καὶ ἦσαν πιότεραι τῶν οἰῶν· βουλόμενος δὲ προθυμότερον αὐτὸν γενέσθαι πρὸς τὸν γάμον πᾶσαν θεραπείαν καὶ προθυμίαν προσέφερεν, ἐξάγων τε αὐτὰς πάνυ ἕωθεν καὶ ἀπάγων τὸ δειλινόν.

达夫尼斯自己则满怀信心,认为会因这些羊而受到称赞;因为他使领受的羊数增加了一倍,没有一只被狼叼走,而且它们比绵羊还要肥壮。但他希望主人能更加支持自己的婚事,于是倾注了全部的照料与热情,清晨一早便将它们赶出放牧,傍晚时分才赶回。

§4.4.4

Δὶς ἡγεῖτο ἐπὶ πότον· ἀνεζήτει τὰ εὐνομώτατα τῶν χωρίων· ἐμέλησεν αὐτῷ καὶ σκαφίδων καινῶν καὶ γαυλῶν πολλῶν καὶ ταρσῶν μειζόνων· τοσαύτη δὲ ἦν κηδεμονία, ὥστε καὶ τὰ κέρατα ἤλειφε καὶ τὰς τρίχας ἐθεράπευε.

他一天两次领它们去饮水,搜寻牧草最丰茂的地方;他也操心置备新的木槽、许多奶桶和更大的奶酪架。他的照料如此周到,甚至给羊角涂油,梳理它们的毛皮。

§4.4.5

Πανὸς ἄν τις ἱερὰν ἀγέλην ἔδοξεν ὁρᾶν.2 Ἐκοινώνει δὲ παντὸς εἰς αὐτὰς καμάτου καὶ ἡ Χλόη, καὶ τῆς ποίμνης παραμελοῦσα τὸ πλέον ἐκείναις ἐσχόλαζεν, ὥστε ἐνόμιζεν ὁ Δάφνις δι’ ἐκείνην αὐτὰς φαίνεσθαι καλάς.

人见了定会以为自己看到的是潘神的圣群。克洛埃也为山羊分担了一切劳苦,她疏忽了自己的羊群,把大部分时间都花在那些山羊身上,以至于达夫尼斯以为,山羊之所以显得如此美丽,都是多亏了她。

语法注2 条
  1. 4.4.3ὧν ἔλαβεν

    关系代名词的格吸引(attraction)。原本的句构应为 τούτων ἅ(或 τούτων ἅς),原本充当 ἔλαβεν 宾语的宾格代词受其所依赖的前行词属格影响,被吸引为属格 ὧν,意为“较他所接纳的那些(山羊)多出一倍”。

  2. 4.4.5Πανὸς ἄν τις ἱερὰν ἀγέλην ἔδοξεν ὁρᾶν

    由 ἄν 与直陈式不定过去时(ἔδοξεν)构成的过去潜在/虚拟表达(“有人看了想必会以为……”)。不定代词 τις 作主语,用来表达假设中的观察者在过去目睹该景象时会产生的印象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.4.1-4.4.5