← 朗格斯

达夫尼斯与克洛伊

§4.35.1-4.35.5

梅加克勒斯辨认信物并自述弃女经历

坐在末席的老人梅加克勒斯认出了被遗弃女儿的信物,并讲述了自己昔日因家贫弃女以及日后财富骤增的懊悔往事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.35.1

Τῶν μὲν οὖν ἄλλων ἐγνώρισεν οὐδείς, Μεγακλῆς δέ τις διὰ γῆρας ὕστατος κατακείμενος ὡς εἶδε, γνωρίσας πάνυ μέγα καὶ νεανικὸν ἐβόα “τίνα ὁρῶ ταῦτα;1 Τί γέγονάς μοι θυγάτριον; Ἆρα σὺ ζῇς ἢ ταῦτά τις ἐβάστασε μόνα ποιμὴν ἐντυχών;

其余的宾客无一人认出这些物件,唯独一个名叫梅加克勒斯的人,因年老而坐在最末的席位上,一见之下便辨认了出来,用极其洪亮而年轻的声音高呼:“我所见的这些究竟是什么?我的小女儿,你究竟怎样了?你还活着吗,还是哪位牧羊人偶然遇上,只将这些东西带走了?

§4.35.2

Δέομαι, Διονυσόφανες, εἰπέ μοι· πόθεν ἔχεις ἐμοῦ παιδίου γνωρίσματα; Μὴ φθονήσῃς μετὰ Δάφνιν εὑρεῖν τι κἀμέ.”2 Κελεύσαντος δὲ τοῦ Διονυσοφάνους πρότερον ἐκεῖνον λέγειν τὴν ἔκθεσιν, ὁ Μεγακλῆς οὐδὲν ὑφελὼν τοῦ τόνου τῆς φωνῆς ἔφη “ἦν ὀλίγος μοι βίος τὸν πρότερον χρόνον· ὃν γὰρ εἶχον εἰς χορηγίας καὶ τριηραρχίας ἐξεδαπάνησα. Ὅτε ταῦτα ἦν, γίνεταί μοι θυγάτριον. Τοῦτο τρέφειν ὀκνήσας ἐν πενίᾳ, τούτοις τοῖς γνωρίσμασι κοσμήσας ἐξέθηκα, εἰδὼς ὅτι πολλοὶ καὶ οὕτω σπουδάζουσι πατέρες γενέσθαι.

狄奥尼索法涅斯,我恳求你告诉我:你从何处得到我孩子的辨认之物?在达夫尼斯之后,切莫吝惜让我也能有所发现!”狄奥尼索法涅斯命他先讲出弃婴的原委,梅加克勒斯没有丝毫减弱激动的声调,说道:“从前我的家境拮据,因我将所有的家产都耗费在歌队赞助与战舰捐造上了。正在那时,我生下了一个小女儿。我因家贫不敢抚育她,便用这些辨认之物装点于她,将她遗弃,因我知道许多人即便是借此途径也渴望成为父亲。

§4.35.4

Καὶ τὸ μὲν ἐξέκειτο ἐν ἄντρῳ Νυμφῶν πιστευθὲν ταῖς θεαῖς, ἐμοὶ δὲ πλοῦτος ἐπέρρει καθ’ ἑκάστην ἡμέραν κληρονόμον οὐκ ἔχοντι.

她被托付给女神们,遗弃在宁芙的洞穴中,而没有继承人的我,财富却日复一日地滚滚而来。

§4.35.5

Οὐκέτι γοῦν οὐδὲ θυγατρίου γενέσθαι πατὴρ εὐτύχησα,3 ἀλλ’ οἱ θεοὶ ὥσπερ γέλωτά με ποιούμενοι νύκτωρ ὀνείρους μοι ἐπιπέμπουσι, δηλοῦντες ὅτι με πατέρα ποιήσει ποίμνιον.”

自那以后,我再也无幸成为哪怕一个幼女的父亲;众神仿佛拿我当笑柄一般,夜里频频托梦给我,指示说有一群羊将使我成为父亲。”

语法注3 条
  1. 4.35.1τίνα ὁρῶ ταῦτα;

    疑问代名词 τίνα 与指示代名词 ταῦτα 连用构成的惊叹疑问句(“我所见的这些究竟是什么?”)。ταῦτα 作动词 ὁρῶ 的直接宾语,τίνα 作述语性宾格补足语。

  2. 4.35.2Μὴ φθονήσῃς μετὰ Δάφνιν εὑρεῖν τι κἀμέ.

    由否定词 μή 搭配第一过去时虚拟式 φθονήσῃς 构成的禁止句,后接带宾格的不定式短语,κἀμέ(καὶ ἐμέ)为不定式 εὑρεῖν 的宾格主语。动词 φθονέω 后接宾格及不定式,意为“吝惜/不容许某人做某事”。介词短语 μετὰ Δάφνιν 意为“在达夫尼斯(找到父母)之后”。

  3. 4.35.5οὐκέτι γοῦν οὐδὲ θυγατρίου γενέσθαι πατὴρ εὐτύχησα

    主动词 εὐτύχησα 后接不定式 γενέσθαι(“有幸成为”),πατήρ 作主格补足语,属格 θυγατρίου 依附于 πατήρ。οὐδὲ θυγατρίου 带有强调语气,意为“甚至未能(成为)哪怕一个幼女(的父亲)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.35.1-4.35.5