← 朗格斯

达夫尼斯与克洛伊

§4.29.1-4.29.5

格纳同营救克洛埃与达夫尼斯的宽恕

格纳同偷听到达夫尼斯的哀叹,为求和解率众仆奔袭夺回克洛埃,将其交还给达夫尼斯并获得了宽恕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.29.1

Ταῦτα τοῦ Δάφνιδος λέγοντος ἤκουσεν ὁ Γνάθων ἐν τῷ παραδείσῳ λανθάνων· καὶ καιρὸν ἥκειν διαλλαγῶν πρὸς αὐτὸν νομίζων τινὰς τῶν τοῦ Ἀστύλου νεανίσκων προσλαβὼν μεταδιώκει τὸν Δρύαντα.

达夫尼斯这般倾诉之时,藏在园中的格纳同听见了;他认为与达夫尼斯和解的良机已至,便带上阿斯图罗斯的几名年轻仆人,追赶德律阿斯。

§4.29.2

Καὶ ἡγεῖσθαι κελεύσας ἐπὶ τὴν τοῦ Λάμπιδος ἔπαυλιν συνέτεινε δρόμον· καὶ καταλαβὼν ἄρτι εἰσάγοντα τὴν Χλόην, ἐκείνην τε ἀφαιρεῖται καὶ ἀνθρώπους γεωργοὺς συνηλόησε πληγαῖς.

他命德律阿斯带路前往兰庇斯的农庄,疾步飞奔;正遇上兰庇斯刚要把克洛埃带进屋里,格纳同不仅将她夺了回来,还用拳棒将那帮农夫打得落花流水。

§4.29.3

Ἐσπούδαζε δὲ καὶ τὸν Λάμπιν δήσας ἄγειν ὡς αἰχμάλωτον ἐκ πολέμου τινός, εἰ μὴ φθάσας ἀπέδρα.1 Κατορθώσας δὲ τηλικοῦτον ἔργον νυκτὸς ἀρχομένης ἐπανέρχεται.

若非兰庇斯捷足逃脱,他甚至打算将兰庇斯捆绑起来,当作某场战役中的俘虏押走。立下如此大功后,他在夜幕初降时返了回来。

§4.29.4

Καὶ τὸν μὲν Διονυσοφάνην εὑρίσκει καθεύδοντα, τὸν δὲ Δάφνιν ἀγρυπνοῦντα καὶ ἔτι ἐν τῷ περικήπῳ δακρύοντα. Προσάγει δὴ τὴν Χλόην αὐτῷ καὶ διδοὺς διηγεῖται πάντα· καὶ δεῖται μηδὲν ἔτι μνησικακοῦντα δοῦλον ἔχειν οὐκ ἄχρηστον,2 μηδὲ ἀφελέσθαι τραπέζης, μεθ’ ἣν τεθνήξεται λιμῷ.

他发现狄奥尼索法涅斯正在睡觉,而达夫尼斯却难以成眠,仍在庭园中垂泪。于是他将克洛埃引到达夫尼斯跟前,在将她交还的同时讲述了全过程;并恳求他不要再怀恨在心,将自己留作一名并非无用的仆人,不要剥夺自己的餐食,因为一旦失去餐食,自己便会饿死。

§4.29.5

Ὁ δὲ ἰδὼν καὶ ἔχων ἐν ταῖς χερσὶ τὴν Χλόην τῷ μὲν ὡς εὐεργέτῃ διηλλάττετο, τῇ δὲ ὑπὲρ τῆς ἀμελείας ἀπελογεῖτο.

达夫尼斯见到克洛埃并把她抱在怀里,便将格纳同视作恩人与他和解,并为自己的疏忽向克洛埃致歉。

语法注2 条
  1. 4.29.3εἰ μὴ φθάσας ἀπέδρα

    未完成过去时 ἐσπούδαζε 表达企图或未遂之意,与与事实相反的条件从句 εἰ μὴ φθάσας ἀπέδρα(εἰ μή + 不定过去时直陈式)相呼应。不定过去时分词 φθάσας 修饰 ἀπέδρα,表示“抢先/捷足逃走”。

  2. 4.29.4δεῖται μηδὲν ἔτι μνησικακοῦντα δοῦλον ἔχειν οὐκ ἄχρηστον

    依赖动词 δεῖται 的宾格带不定式结构。不定式 ἔχειν 的逻辑主语(达夫尼斯)由宾格分词 μνησικακοῦντα(“不再怀恨”)体现;ἔχειν 的直接宾语(格纳同自己)依语境省略,而 δοῦλον οὐκ ἄχρηστον 则作其宾语补足语(“留作一名并非无用的仆人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.29.1-4.29.5