← 朗格斯

达夫尼斯与克洛伊

§4.22.1-4.22.4

阿斯蒂洛斯阻止达普尼斯的误会

得知达夫尼斯是亲兄弟的阿斯蒂洛斯欣喜地奔向他,达夫尼斯却误以为要被逮捕而企图投海自尽;阿斯蒂洛斯急忙大声喊出真相将其拦住。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.22.1

Ἔτι λεγούσης αὐτῆς καὶ τοῦ Διονυσοφάνους τὰ γνωρίσματα φιλοῦντος καὶ ὑπὸ περιττῆς ἡδονῆς δακρύοντος ὁ Ἀστύλος συνεὶς ὡς ἀδελφός ἐστι, ῥίψας θοιμάτιον ἔθει κατὰ τοῦ παραδείσου, πρῶτος τὸν Δάφνιν φιλῆσαι θέλων.

当她还在说着、狄奥尼索法涅斯正亲吻信物并因极度喜悦而落泪时,阿斯蒂洛斯悟出这便是自己的兄弟,便脱掉外衣,穿过庄园奔跑而去,想要抢先亲吻达夫尼斯。

§4.22.2

Ἰδὼν δὲ αὐτὸν ὁ Δάφνις θέοντα μετὰ πολλῶν καὶ βοῶντα “Δάφνι,” νομίσας ὅτι συλλαβεῖν αὐτὸν βουλόμενος τρέχει, ῥίψας τὴν πήραν καὶ τὴν σύριγγα πρὸς τὴν θάλατταν ἐφέρετο ῥίψων ἑαυτὸν ἀπὸ τῆς μεγάλης πέτρας.

但达夫尼斯看到他带着许多人跑来,并高呼着“达夫尼斯!”,以为他是想来逮捕自己,便丢掉皮囊与短笛,奔向大海,打算从大岩石上纵身跳下。

§4.22.3

Καὶ ἴσως ἄν, τὸ καινότατον, εὑρεθεὶς ἀπωλώλει1 Δάφνις, εἰ μὴ συνεὶς ὁ Ἀστύλος ἐβόα πάλιν “στῆθι, Δάφνι, μηδὲν φοβηθῇς· ἀδελφός εἰμί σου, καὶ γονεῖς οἱ μέχρι νῦν δεσπόται.2

而且最奇特的是,达夫尼斯或许刚被寻回便已丧命,若非阿斯蒂洛斯察觉并再次大喊:“停下,达夫尼斯,什么都别怕!我是你的兄弟,至今为止的主人们正是你的父母!

§4.22.4

Νῦν ἡμῖν Λάμων τὴν αἶγα εἶπε καὶ τὰ γνωρίσματα ἔδειξεν· ὅρα δὲ ἐπιστραφεὶς πῶς ἐπίασι φαιδροὶ καὶ γελῶντες. Ἀλλ’ ἐμὲ πρῶτον φίλησον· ὄμνυμι δὲ τὰς Νύμφας ὡς οὐ ψεύδομαι.”

刚才拉蒙向我们讲了山羊的事,并展示了信物;转过身看看他们正怎样欢喜笑着走来吧。来,先亲吻我吧;我指着宁芙仙子发誓,绝无虚言!”

语法注2 条
  1. 4.22.3ἴσως ἄν, τὸ καινότατον, εὑρεθεὶς ἀπωλώλει

    此句为过去完成时直陈语气 ἀπωλώλει 加上 ἄν 构成的过去反事实条件句主句,其条件由接下来的 εἰ μὴ συνεὶς ὁ Ἀστύλος ἐβόα 提供。插入语 τὸ καινότατον 是对全句所述事件作同格说明的宾格(“最奇特的是”)。

  2. 4.22.3γονεῖς οἱ μέχρι νῦν δεσπόται

    系动词 εἰσί 被省略的名词谓语结构。带定冠词的名词短语 οἱ μέχρι νῦν δεσπόται 为主语,不带冠词的 γονεῖς 为表语(“至今为止的主人们正是父母”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.22.1-4.22.4