← 朗格斯

达夫尼斯与克洛伊

§4.2.1-4.2.6

拉蒙所修整的壮丽庭园的景观

本节描绘了拉蒙修整的庭园的宏大规模,详述了结果树木与不结果树木的内外有序布局、葡萄藤与常春藤的交织、人工与天然的花卉,以及一年四季赏心悦目的盛景。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.1

Ἦν δὲ ὁ παράδεισος πάγκαλόν τι χρῆμα καὶ κατὰ τοὺς βασιλικούς. Ἐξετέτατο μὲν εἰς σταδίου μῆκος, ἐπέκειτο δὲ ἐν χώρῳ μετεώρῳ, τὸ εὖρος ἔχων πλέθρων τεττάρων.

这座园子是一处绝妙的景致,甚至堪与王家的庭园相媲美。它延展有一斯塔德之长,坐落于高处,宽有四普勒特龙。

§4.2.2

Εἴκασεν ἄν τις1 αὐτὸν πεδίῳ μακρῷ. Εἶχε δὲ πάντα δένδρα, μηλέας, μυρρίνας, ὄχνας καὶ ῥοιὰς καὶ συκῆν καὶ ἐλαίας· ἑτέρωθι ἄμπελον ὑψηλήν· καὶ ἐπέκειτο ταῖς μηλέαις καὶ ταῖς ὄχναις περκάζουσα, καθάπερ περὶ τοῦ καρποῦ αὐταῖς προσερίζουσα.

人们大可将它比作一片狭长平原。园中拥有一切树木:苹果树、香桃木、梨树、石榴树、无花果树以及橄榄树;另一处则有高耸的葡萄藤,它覆压在苹果树与梨树之上,渐渐成熟变色,仿佛在与它们争奇斗艳地比拼果实。

§4.2.3

Τοσαῦτα τὰ ἥμερα. Ἦσαν δὲ καὶ κυπάριττοι καὶ δάφναι καὶ πλάτανοι καὶ πίτυς. Ταύταις πάσαις ἀντὶ τῆς ἀμπέλου κιττὸς ἐπέκειτο· καὶ ὁ κόρυμβος αὐτοῦ μέγας ὢν καὶ μελαινόμενος βότρυν ἐμιμεῖτο.

栽培的树木就是这些。园中还有柏树、月桂树、悬铃木和松树。在这一切树上,代替葡萄藤覆压其上的是常春藤;常春藤的浆果大而发黑,宛若模仿着一串串葡萄。

§4.2.4

Ἔνδον ἦν τὰ καρποφόρα φυτά, καθάπερ φρουρούμενα· ἔξωθεν περιειστήκει τὰ ἄκαρπα, καθάπερ θριγκὸς χειροποίητος· ταῦτα μέντοι λεπτῆς αἱμασιᾶς περιέθει περίβολος.2

结果实的植物都在内侧,宛如受到护卫一般;不结果实的树木则环列于外,仿佛人工砌成的胸墙;而围绕着这些树木的,是一圈矮石墙。

§4.2.5

Ἐτέτμητο καὶ διακέκριτο πάντα καὶ στέλεχος στελέχους ἀφειστήκει, ἐν μετεώρῳ δὲ οἱ κλάδοι συνέπιπτον ἀλλήλοις καὶ ἐπήλλαττον τὰς κόμας· ἐδόκει μέντοι καὶ ἡ τούτων φύσις εἶναι τέχνη.

一切都规划整齐、区隔分明,树干与树干之间彼此分开,但在高处枝条却互相交汇、枝叶交织;然而,即便它们自然生成的样貌,也仿佛是一门技艺。

§4.2.6

Ἦσαν καὶ ἀνθῶν πρασιαί, ὧν τὰ μὲν ἔφερεν ἡ γῆ, τὰ δὲ ἐποίει τέχνη·3 ῥοδωνιὰ καὶ ὑάκινθοι καὶ κρίνα χειρὸς ἔργα· ἰωνιὰς καὶ ναρκίσσους καὶ ἀναγαλλίδας ἔφερεν ἡ γῆ. Σκιά τε ἦν θέρους καὶ ἦρος ἄνθη καὶ μετοπώρου ὀπώρα καὶ κατὰ πᾶσαν ὥραν τρυφή.

园中还有花圃,其中的花卉一部分由大地滋生,一部分由技艺育成:玫瑰园、风信子和百合是人工的产物;紫罗兰、水仙花与海绿花则由大地所产。这里夏有清凉树荫,春有繁花,秋有硕果,在每一个季节里皆有尽情之享乐。

语法注3 条
  1. 4.2.2Εἴκασεν ἄν τις

    小词 ἄν 与不定过去时直陈式(εἴκασεν)连用,表示过去的潜在或可能,意为“人们大可将它比作”或“任何人都会把它比作”。它表达了过去语境下旁观者可能做出的推测。

  2. 4.2.4ταῦτα μέντοι λεπτῆς αἱμασιᾶς περιέθει περίβολος

    ταῦτα 作为动词 περιέθει 的宾格宾语(“环绕着这些”)。λεπτῆς αἱμασιᾶς 是修饰主语 περίβολος 的材质属格,意为“矮石墙的围垣”。句中存在语序倒装,全句的语法主语为主格的 περίβολος。

  3. 4.2.6ὧν τὰ μὲν ἔφερεν ἡ γῆ, τὰ δὲ ἐποίει τέχνη

    关系代词 ὧν 是先行词 ἀνθῶν(或 ἀνθῶν πρασιαί)的部分属格。随后的 τὰ μέν 和 τὰ δέ 作为宾格直接宾语,分别受动词 ἔφερεν 和 ἐποίει 支配,构成对称的反衬结构:“其中一部分由大地产生,另一部分由技艺造就”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.2.1-4.2.6