← 朗格斯

达夫尼斯与克洛伊

§4.13.1-4.13.5

狄奥尼索法涅斯抵达与视察庄园

主人狄奥尼索法涅斯携夫人抵达庄园,在向诸乡野神明献祭后,视察了井井有条的农园,许诺还拉蒙自由,并动身前往山羊牧地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13.1

Τότε μὲν οὖν οὐκ ἠδυνήθη, προσῄει γὰρ ὁ Διονυσοφάνης ἅμα τῇ Κλεαρίστῃ, καὶ ἦν θόρυβος πολὺς κτηνῶν, οἰκετῶν, ἀνδρῶν, γυναικῶν· μετὰ δὲ τοῦτο συνέταττε λόγον καὶ ἐρωτικὸν καὶ μακρόν.

但当时他未能如愿,因为狄奥尼索法涅斯与克勒阿里斯特一同抵达,牲畜、仆人、男女众人的嘈杂声喧嚣一时;此后〔格纳同〕便开始构思一篇既关乎爱欲又十分冗长的说辞。

§4.13.2

Ἦν δὲ ὁ Διονυσοφάνης μεσαιπόλιος μὲν ἤδη, μέγας δὲ καὶ καλὸς καὶ μειρακίοις ἁμιλλᾶσθαι δυνάμενος· ἀλλὰ καὶ πλούσιος ἐν ὀλίγοις1 καὶ χρηστὸς ὡς οὐδεὶς ἕτερος.

狄奥尼索法涅斯虽已两鬓斑白,却依然身材魁梧、相貌堂堂,足以与年轻小伙子们媲美;加之他是屈指可数的大富豪,为人宽厚仁善更是无人能及。

§4.13.3

Οὗτος ἐλθὼν τῇ πρώτῃ μὲν ἡμέρᾳ θεοῖς ἔθυσεν, ὅσοι προεστᾶσιν ἀγροικίας, Δήμητρι καὶ Διονύσῳ καὶ Πανὶ καὶ Νύμφαις, καὶ κοινὸν πᾶσι τοῖς παροῦσιν ἔστησε κρατῆρα· ταῖς δὲ ἄλλαις ἡμέραις ἐπεσκόπει τὰ τοῦ Λάμωνος ἔργα.

他来到之后,第一天便向所有守护田园的神明——德墨忒尔、狄奥尼索斯、潘神和仙女们献祭,并为所有在场的人摆上共饮的调酒缸;接下来的几天里,他逐一视察了拉蒙管照的各项事务。

§4.13.4

Καὶ ὁρῶν τὰ μὲν πεδία ἐν αὔλακι, τὰς δὲ ἀμπέλους ἐν κλήματι, τὸν δὲ παράδεισον ἐν κάλλει2 (περὶ γὰρ τῶν ἀνθέων Ἀστύλος τὴν αἰτίαν ἀνελάμβανεν) ἥδετο περιττῶς καὶ τὸν Λάμωνα ἐπῄνει καὶ ἐλεύθερον θήσειν ἐπηγγέλλετο.

当看到田野犁垄整齐,葡萄藤枝繁叶茂,园林风致宜人(因为关于花草之事,阿斯提罗斯已把责任揽在自己身上),他欢喜非常,盛赞拉蒙,并许诺将赐予他自由。

§4.13.5

Κατῆλθε μετὰ ταῦτα καὶ εἰς τὸ αἰπόλιον τάς τε αἶγας ὀψόμενος καὶ τὸν νέμοντα.

此后,他又下到山羊牧场,去看羊群以及放羊的人。

语法注2 条
  1. 4.13.2πλούσιος ἐν ὀλίγοις

    介词短语 ἐν ὀλίγοις 属于惯用表达,字面为“居于少数人之中”,引申为“屈指可数的”“极少数的”,带有最高级意味。

  2. 4.13.4ἐν αὔλακι, ... ἐν κλήματι, ... ἐν κάλλει

    介词 ἐν 与与格的重复搭配用作副词性或谓语性成分,生动刻画了各个宾语(田野、葡萄藤、园林)所呈现的完好状态与样貌。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.13.1-4.13.5