- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.10.1-4.10.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
年轻的主人阿斯提罗斯携清客格纳同一同骑马到达,在听取拉蒙等人的恳求后,答应将花园损毁归咎于马匹以平息父亲的愤怒。
Ἧκε μὲν ὁ Ἀστύλος ἐπὶ ἵππου καὶ παράσιτος αὐτοῦ, καὶ οὗτος ἐπὶ ἵππου· ὁ μὲν ἀρτιγένειος, ὁ δὲ Γνάθων (τουτὶ γὰρ ἐκαλεῖτο) τὸν πώγωνα ξυρώμενος1 πάλαι· ὁ δὲ Λάμων ἅμα τῇ Μυρτάλῃ καὶ τῷ Δάφνιδι πρὸ τῶν ποδῶν αὐτοῦ καταπεσὼν ἱκέτευεν οἰκτεῖραι γέροντα ἀτυχῆ καὶ πατρῴας ὀργῆς ἐξαρπάσαι τὸν οὐδὲν ἀδικήσαντα, ἅμα τε αὐτῷ καταλέγει πάντα.
阿斯提罗斯骑马而至,他的清客也骑在马上;前者刚长出胡须,而后者格纳同(这正是他的名字)很久以来就一直剃着胡须。拉蒙同缪尔塔勒和达夫尼斯一起跪倒在他脚前,恳求他怜悯一个不幸的老人,将无辜之人从父亲的怒火中解救出来,同时向他详细讲述了一切。
Οἰκτείρει τὴν ἱκεσίαν ὁ Ἀστύλος καὶ ἐπὶ τὸν παράδεισον ἐλθὼν καὶ τὴν ἀπώλειαν τῶν ἀνθέων ἰδὼν αὐτὸς ἔφη παραιτήσεσθαι τὸν πατέρα2 καὶ κατηγορήσειν τῶν ἵππων, ὡς ἐκεῖ δεθέντες ἐξύβρισαν3 καὶ τὰ μὲν κατέκλασαν, τὰ δὲ κατεπάτησαν, τὰ δὲ ἀνώρυξαν λυθέντες.
阿斯提罗斯怜悯他们的哀求,来到花园看到花卉的损毁后,便说自己会向父亲求情劝解,并将罪责推在马匹身上,声称马匹被拴在那里时肆虐撒野,折断了一些,践踏了一些,挣脱束缚后又掘起了一些。
Ἐπὶ τούτοις εὔχοντο μὲν αὐτῷ πάντα τὰ ἀγαθὰ Λάμων καὶ Μυρτάλη· Δάφνις δὲ δῶρα προσεκόμισεν ἐρίφους, τυρούς, ὄρνιθας καὶ τὰ ἔκγονα αὐτῶν, βότρυς ἐπὶ κλημάτων, μῆλα ἐπὶ κλάδων. Ἦν ἐν τοῖς δώροις καὶ ἀνθοσμίας οἶνος.
对此,拉蒙和缪尔塔勒为他祈求一切福祉;达夫尼斯则呈上礼物:小山羊、奶酪、鸟类及其雏鸟、连着藤蔓的葡萄、长在枝头的苹果。礼物中还有香气扑鼻的花香美酒。
- 4.10.1τὸν πώγωνα ξυρώμενος
中间语态分词 ξυρώμενος 带直接宾格 τὸν πώγωνα(胡须),表示自己剃须或让人为自己修面(习惯性状态)。
- 4.10.2παραιτήσεσθαι τὸν πατέρα
动词 παραιτέομαι 带人的宾格(τὸν πατέρα),意为“向某人求情、抚慰某人的怒火”,与后面的未来时不定式 κατηγορήσειν τῶν ἵππων(指责马匹)构成并列。
- 4.10.2ὡς ἐκεῖ δεθέντες ἐξύβρισαν
连词 ὡς 引导推诿责任的借口或控告的内容(即打算向父亲声称的说辞),从属于 κατηγορήσειν(指责、归咎)。
