← 朗格斯

达夫尼斯与克洛伊

§3.6.1-3.6.5

达夫尼斯苦思拜访克洛埃的借口

达夫尼斯一边捕鸟一边窥探克洛埃家中的动静,但见无人外出,他设想了种种进屋的借口却一一推翻,正失望准备离开。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.1

Δρόμῳ οὖν πρὸς τὴν αὐλὴν ἔρχεται καὶ ἀποσεισάμενος τῶν σκελῶν τὴν χιόνα τούς τε βρόχους ἔστησε καὶ τὸν ἰξὸν ῥάβδοις μακραῖς ἐπήλειψε· καὶ ἐκαθέζετο τὸ ἐντεῦθεν ὄρνιθας καὶ τὴν Χλόην μεριμνῶν.

于是他一路小跑来到院落前,抖落双腿上的雪花,设下罗网,并在长杆上涂抹捕鸟胶;此后他便坐了下来,心中挂念着鸟雀和克洛埃。

§3.6.2

Ἀλλ’ ὄρνιθες μὲν καὶ ἧκον πολλοὶ καὶ ἐλήφθησαν ἱκανοί, ὥστε πράγματα μυρία ἔσχε συλλέγων αὐτοὺς καὶ ἀποκτιννὺς καὶ ἀποδύων τὰ πτερά· τῆς δὲ αὐλῆς προῆλθεν οὐδείς, οὐκ ἀνήρ, οὐ γύναιον, οὐ κατοικίδιος ὄρνις, ἀλλὰ πάντες τῷ πυρὶ παραμένοντες ἔνδον κατεκέκλειντο, ὥστε πάνυ ἠπορεῖτο ὁ Δάφνις ὡς οὐκ ἐπ’ αἰσίοις ὄρνισιν ἐλθών·1 καὶ ἐτόλμα πρόφασιν σκηψάμενος ὤσασθαι διὰ θυρῶν καὶ ἐζήτει πρὸς αὑτὸν ὅ τι λεχθῆναι πιθανώτατον.

然而鸟雀确实来得很多,捕获的也足够丰富,以至于他在收拾、宰杀和拔毛上费尽了周折;但院子里却没有走出来一个人,没有男人,没有女人,甚至连家禽也没有,全家人都围在火旁闭门不出。因此达夫尼斯十分困惑,觉得自己并非循着吉兆之鸟而来;他企图找个借口强行闯入屋内,暗自在心中寻思说什么才能最具说服力。

§3.6.3

“Πῦρ ἐναυσόμενος ἦλθον.ʼ ʽΜὴ γὰρ οὐκ ἦσαν ἀπὸ σταδίου γείτονες;ʼ2 ʽἌρτους αἰτησόμενος ἧκον.ʼ ʽἈλλ’ ἡ πήρα μεστὴ τροφῆς.ʼ ʽΟἴνου δέομαι.ʼ ʽΚαὶ μὴν χθὲς καὶ πρώην ἐτρύγησας.ʼ ʽΛύκος με ἐδίωκε.ʼ ʽΚαὶ ποῦ τὰ ἴχνη τοῦ λύκου;ʼ ʽΘηράσων ἀφικόμην τοὺς ὄρνιθας.ʼ ʽΤί οὖν θηράσας οὐκ ἄπει;ʼ ʽΧλόην θεάσασθαι βούλομαι.” Πατρὶ δὲ τίς καὶ μητρὶ παρθένου τοῦτο ὁμολογεῖ; Πταίων δὴ πανταχοῦ “ἀλλ’ οὐδὲν” ἔφη “τούτων ἁπάντων ἀνύποπτον. Ἄμεινον ἄρα σιγᾶν· Χλόην δὲ ἦρος ὄψομαι, ἐπεὶ μὴ εἵμαρτο, ὡς ἔοικε, χειμῶνός με ταύτην ἰδεῖν.” Τοιαῦτα δή τινα διανοηθεὶς καὶ σιωπῇ τὰ θηραθέντα συλλαβὼν ὥρμητο ἀπιέναι· καὶ ὥσπερ αὐτὸν οἰκτείραντος τοῦ Ἔρωτος3 τάδε γίνεται.

“‘我是来借火的。’‘难道一斯塔狄昂之内就没有邻居吗?’‘我是来讨面包的。’‘可你的褡裢里装满了食物。’‘我需要酒。’‘可你昨天前天不是才收获过葡萄吗?’‘有一只狼在追我。’‘那么狼的脚印在哪里?’‘我来是为了捕鸟。’‘既然捕到了,你为何还不走?’‘我想见见克洛埃。’”——可谁又能向少女的父母坦白这样的话呢?在一切借口上都碰了壁之后,他说道:“不,这一切借口没有一个不惹人怀疑。那么还是保持沉默为好;我到春天再见克洛埃吧,因为看来命运注定不许我在冬天见到她。”他心中如此思量了一番,悄悄收拾好捕获的猎物,正准备离去;就在这时,仿佛厄罗斯怜悯他一般,发生了接下来的事。

语法注3 条
  1. 3.6.2ὡς οὐκ ἐπ’ αἰσίοις ὄρνισιν ἐλθών

    连词 ὡς 与分词 ἐλθών 连用,表示主观认定的理由或看法。介词短语 ἐπ’ αἰσίοις ὄρνισιν 是源自鸟卜的传统习语,意为“在吉兆之鸟的伴随下/在吉兆下”,在此与达夫尼斯实际捕猎的具象“鸟雀”(ὄρνιθες)构成了双关。

  2. 3.6.3Μὴ γὰρ οὐκ ἦσαν ἀπὸ σταδίου γείτονες;

    采用 μὴ... οὐ 的反问句,预设一个否定的回答(“难道一斯塔狄昂之内就当真没有邻居吗?”)。γάρ 引出假想对话者的反驳理由。否定词 οὐ 直接修饰动词 ἦσαν,句首的 μή 则引领整个反问,质疑达夫尼斯所提借口的合理性。

  3. 3.6.5ὥσπερ αὐτὸν οἰκτείραντος τοῦ Ἔρωτος

    虚词 ὥσπερ 引导属格独立结构(τοῦ Ἔρωτος οἰκτείραντος),表明这一状况并非客观事实的因果交代,而是叙述者的比喻性主观判断(“宛如厄罗斯怜悯了他一般”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.6.1-3.6.5