- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.4.1-3.4.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在严冬里,其他农人尽享闲暇休憩,达夫尼斯与克洛埃却饱受离别相思之苦,向神明祈求重逢;面对母亲严加看管的克洛埃,达夫尼斯想出了一条得以相见的妙计。
Ἀναγκαίας οὖν οἰκουρίας ἐπεχούσης ἅπαντας οἱ μὲν ἄλλοι γεωργοὶ καὶ νομεῖς ἔχαιρον πόνων τε ἀπηλλαγμένοι πρὸς ὀλίγον καὶ τροφὰς ἑωθινὰς ἐσθίοντες καὶ καθεύδοντες μακρὸν ὕπνον, ὥστε αὐτοῖς τὸν χειμῶνα δοκεῖν καὶ θέρους καὶ μετοπώρου καὶ ἦρος αὐτοῦ γλυκύτερον.
这样,一种不可避免的蛰居禁锢着所有人,其他的农夫与牧人却颇感快慰,因为他们得以暂时摆脱劳碌,享用早食,饱享沉沉的长眠,以至于在他们看来,冬天竟比夏天、秋天以及春天本身还要甜美。
Χλόη δὲ καὶ Δάφνις ἐν μνήμῃ γενόμενοι τῶν καταλειφθέντων τερπνῶν, ὡς ἐφίλουν, ὡς περιέβαλλον, ὡς ἅμα τὴν τροφὴν προσεφέροντο, νύκτας τε ἀγρύπνους διῆγον καὶ λυπηρὰς καὶ τὴν ἠρινὴν ὥραν ἀνέμενον ἐκ θανάτου παλιγγενεσίαν.1
然而,克洛埃与达夫尼斯陷入对逝去欢愉的追忆之中——记起他们怎样接吻、怎样拥抱、怎样一同进餐——度过了无数辗转难眠且痛苦的夜晚,将春日的光阴当作死而复生一般翘首以待。
Ἐλύπει δὲ αὐτοὺς ἢ πήρα τις ἐλθοῦσα εἰς χεῖρας, ἐξ ἧς συνήσθιον, ἢ γαυλὸς ὀφθείς, ἐξ οὗ συνέπιον, ἢ σύριγξ ἀμελῶς ἐρριμμένη, δῶρον ἐρωτικὸν γεγενημένη.
每当有一只曾一同取食的褡裢落入手中,或瞥见一只曾一同共饮的奶桶,抑或看到那支曾作为爱情赠礼而如今被随意丢弃的短笛,都会令他们心中隐隐作痛。
Εὔχοντο δὴ ταῖς Νύμφαις καὶ τῷ Πανὶ καὶ τούτων αὐτοὺς ἐκλύσασθαι τῶν κακῶν2 καὶ δεῖξαί ποτε αὐτοῖς καὶ ταῖς ἀγέλαις ἥλιον· ἅμα τε εὐχόμενοι τέχνην ἐζήτουν, δι’ ἧς ἀλλήλους θεάσονται. Ἡ μὲν δὴ Χλόη δεινῶς ἄπορος ἦν καὶ ἀμήχανος· ἀεὶ γὰρ αὐτῇ συνῆν ἡ δοκοῦσα μήτηρ ἔριά τε ξαίνειν διδάσκουσα καὶ ἀτράκτους στρέφειν καὶ γάμου μνημονεύουσα· ὁ δὲ Δάφνις, οἷα σχολὴν ἄγων καὶ συνετώτερος κόρης,3 τοιόνδε σόφισμα εὗρεν ἐς θέαν τῆς Χλόης.
他们向宁芙仙女和潘神祈祷,求他们解救自己脱离这般困厄,终有一日让自己与羊群重见天日;在祈祷的同时,他们亦在探寻着能见上一面的计策。 克洛埃着实毫无办法、计穷策尽;因为那位名义上的母亲始终陪伴在她身旁,教她梳理羊毛、转动纺锤,并不绝于口地谈及婚事;而达夫尼斯由于闲暇无事,且比少女更机敏,便想出了如下这般得见克洛埃的妙计。
- 3.4.2ἐκ θανάτου παλιγγενεσίαν
宾格名词 παλιγγενεσίαν(“再生、重生”)用作前述直接宾语 τὴν ἠρινὴν ὥραν(“春季”)的谓语性同位语(predicative apposition),意为“将春日时光当作自死而生的复活来期待”。介词短语 ἐκ θανάτου 修饰 παλιγγενεσίαν,表示脱离死亡状态的恢复。
- 3.4.4τούτων αὐτοὺς ἐκλύσασθαι τῶν κακῶν
由动词 εὔχοντο(“他们祈祷”)所统辖的动词不定式结构。指代主句主语的宾格直接宾语 αὐτούς 与中间态不定式 ἐκλύσασθαι(“解救、释放”,逻辑主语为与格的宁芙仙女和潘神)构成祈求愿望的从属结构;属格短语 τούτων τῶν κακῶν 则是动词 ἐκλύω 所要求的离格属格(genitive of separation),表示“脱离这些困厄”。
- 3.4.5οἷα σχολὴν ἄγων καὶ συνετώτερος κόρης
小词/副词 οἷα 引导原因状语,并通过 καί 将与主语 ὁ Δάφνις 一致的现在分词 ἄγων(“度过闲暇”)与比较级形容词 συνετώτερος(“更机敏的”)并列。κόρης 是由 συνετώτερος 统辖的比较属格(genitive of comparison)。
