← 朗格斯

达夫尼斯与克洛伊

§3.2.1-3.2.5

梅斯姆纳求和与两邦缔结和平

希帕索斯率米蒂利尼军进逼梅斯姆纳城,得知真相的梅斯姆纳人深感悔悟并派出传令官求和。希帕索斯将求和一事报回本邦,米蒂利尼在权衡后选择和平,下令收回掠物后退兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.1

Ὁ δὲ ἐξορμηθεὶς ἀγροὺς μὲν οὐκ ἐλεηλάτει τῶν Μηθυμναίων οὐδὲ ἀγέλας καὶ κτήματα ἥρπαζε γεωργῶν καὶ ποιμένων, λῃστοῦ νομίζων ταῦτα ἔργα μᾶλλον ἢ στρατηγοῦ· ταχὺ δὲ ἐπὶ τὴν πόλιν αὐτὴν ἦγεν ὡς ἐπιπεσούμενος ἀφρουρήτοις ταῖς πύλαις. Καὶ αὐτῷ σταδίους ὅσον ἑκατὸν ἀπέχοντι κῆρυξ ἀπαντᾷ σπονδὰς κομίζων.

希帕索斯出发后,并未掠夺梅斯姆纳人的田地,也未抢劫农夫与牧人的牛羊财产,因为他认为这些乃是强盗的勾当,而非将军所当为;而是迅速向该城本身进军,意图趁城门无人把守时发起突袭。当他距城约一百斯塔狄昂时,迎面遇见了一位带来停战提议的传令官。

§3.2.3

Οἱ γὰρ Μηθυμναῖοι μαθόντες παρὰ τῶν ἑαλωκότων ὡς οὐδὲν ἴσασι Μυτιληναῖοι τῶν γεγενημένων, ἀλλὰ γεωργοὶ καὶ ποιμένες ὑβρίζοντας τοὺς νεανίσκους ταῦτα ἔδρασαν, μετεγίνωσκον μὲν ὀξύτερα τολμήσαντες εἰς γείτονα πόλιν ἢ σωφρονέστερα,1 σπουδὴν δὲ εἶχον ἀποδόντες πᾶσαν τὴν ἁρπαγὴν ἀδεῶς ἐπιμίγνυσθαι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.

原来,梅斯姆纳人从俘虏口中得知,米蒂利尼人对已发生之事一无所知,而是农夫与牧人们对肆意侮慢的年轻小伙做出了这些事;他们深悔自己对邻城行事鲁莽有失审慎,因而急切希望归还全部掠物,以便在陆上与海上都能毫无顾惧地恢复往来。

§3.2.4

Τὸν μὲν οὖν κήρυκα τοῖς Μυτιληναίοις ὁ Ἵππασος ἀποστέλλει, καίτοιγε αὐτοκράτωρ στρατηγὸς κεχειροτονημένος· αὐτὸς δὲ τῆς Μηθύμνης ὅσον ἀπὸ δέκα σταδίων στρατόπεδον βαλόμενος τὰς ἐκ τῆς πόλεως ἐντολὰς ἀνέμενε.

因此,尽管希帕索斯已被选为全权将军,他仍将传令官派往米蒂利尼人那里;自己则在距梅斯姆纳约十斯塔狄昂处扎下营盘,等候本城的号令。

§3.2.5

Καὶ δύο διαγενομένων ἡμερῶν ἐλθὼν ὁ ἄγγελος τήν τε ἁρπαγὴν ἐκέλευσε κομίσασθαι καὶ ἀδικήσαντα μηδὲν ἀναχωρεῖν2 οἴκαδε· πολέμου γὰρ καὶ εἰρήνης ἐν αἱρέσει γενόμενοι, τὴν εἰρήνην εὕρισκον κερδαλεωτέραν.

两天过去后,信使赶来,命令他收回被掠财物,不得造成任何损害便班师回国;因为米蒂利尼人在战与和之间权衡之后,发觉和平更为有利。

语法注2 条
  1. 3.2.3ὀξύτερα τολμήσαντες εἰς γείτονα πόλιν ἢ σωφρονέστερα

    此处是由 ἤ 连接两个比较级(ὀξύτερα 与 σωφρονέστερα)构成的“双重比较结构”,意为“对待邻城行事性急胜过审慎”。在希腊语中,当比较两种属性或态度而表示“与其说……不如说……”时,两个形容词或副词常同时使用比较级。

  2. 3.2.5ἀδικήσαντα μηδὲν ἀναχωρεῖν

    这是由 ἐκέλευσε 统辖的宾格带不定式结构。不定式 ἀναχωρεῖν 的逻辑主语(希帕索斯)在此被省略,分词 ἀδικήσαντα 采用阳性单数宾格,与这一被省略的宾格主语保持一致,而未受动词可能隐含的与格补足语牵引。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.2.1-3.2.5