- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.7.1-2.7.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对达夫尼斯与克洛埃的追问,腓勒塔斯讲述了厄洛斯是统御自然万物的强大神明,并追忆自己年轻时的热恋经历以及治愈相思的唯一药方。
πάνυ ἐτέρφθησαν ὥσπερ μῦθον οὐ λόγον ἀκούοντες καὶ ἐπυνθάνοντο τί ἐστί ποτε ὁ Ἔρως, πότερα παῖς ἢ ὄρνις, καὶ τί δύναται. Πάλιν οὖν ὁ Φιλητᾶς ἔφη “θεός ἐστιν, ὦ παῖδες, ὁ Ἔρως, νέος καὶ καλὸς καὶ πετόμενος· διὰ τοῦτο καὶ νεότητι χαίρει καὶ κάλλος διώκει καὶ τὰς ψυχὰς ἀναπτεροῖ.
他们极为欣喜,听着这番话仿佛在听一则神话而非实情,便询问厄洛斯究竟是什么,是孩童还是飞鸟,又拥有何等法力。于是腓勒塔斯再次开口道:“孩子们啊,厄洛斯是一位神明,年轻、英俊且长有双翼。因此他喜悦青春,追逐美貌,令灵魂振翅欲飞。
Δύναται δὲ τοσοῦτον ὅσον οὐδὲ ὁ Ζεύς. Κρατεῖ μὲν στοιχείων, κρατεῖ δὲ ἄστρων, κρατεῖ δὲ τῶν ὁμοίων θεῶν· οὐδὲ ὑμεῖς τοσοῦτον τῶν αἰγῶν καὶ τῶν προβάτων.1
他的威力之大,连宙斯亦不能及。他掌管万象元素,掌管周天星辰,亦掌管与他同等的神明——哪怕你们对待自己的山羊与绵羊,也没有如此这般的管辖之力。
Τὰ ἄνθη πάντα Ἔρωτος ἔργα· τὰ φυτὰ πάντα τούτου ποιήματα· διὰ τοῦτον καὶ ποταμοὶ ῥέουσι καὶ ἄνεμοι πνέουσιν.
所有的花朵皆是厄洛斯的功业,所有的植物皆是他的造物;因着他的缘故,江河奔流,风亦吹拂。
Ἔγνων δὲ ἐγὼ καὶ ταῦρον ἐρασθέντα, καὶ ὡς οἴστρῳ πληγεὶς ἐμυκᾶτο· καὶ τράγον φιλήσαντα αἶγα, καὶ ἠκολούθει πανταχοῦ. Αὐτὸς μὲν γὰρ ἤμην νέος καὶ ἠράσθην Ἀμαρυλλίδος· καὶ οὔτε τροφῆς ἐμεμνήμην οὔτε ποτὸν προσεφερόμην οὔτε ὕπνον ᾑρούμην.
我便曾亲见公牛堕入情网,宛如被牛虻所螫一般哀鸣;亦曾见公山羊爱慕母山羊,步步相随。因为我自己年轻时也曾恋慕阿玛律利斯,那时我顾不上进食,水米不沾,亦不得安眠。
Ἤλγουν τὴν ψυχήν, τὴν καρδίαν ἐπαλλόμην, τὸ σῶμα ἐψυχόμην·2 ἐβόων ὡς παιόμενος, ἐσιώπων ὡς νεκρούμενος, εἰς ποταμοὺς ἐνέβαινον ὡς καόμενος.
我灵魂作痛,心如鹿撞,浑身发冷;我宛如挨打般大叫,宛如将死般沉寂,又宛如被烈火焚烧般步入河水之中。
Ἐκάλουν τὸν Πᾶνα βοηθόν, ὡς καὶ αὐτὸν τῆς Πίτυος ἐρασθέντα· ἐπῄνουν τὴν Ἠχὼ τὸ Ἀμαρυλλίδος ὄνομα μετ’ ἐμὲ καλοῦσαν· κατέκλων τὰς σύριγγας, ὅτι μοι τὰς μὲν βοῦς ἔθελγον, Ἀμαρυλλίδα δὲ οὐκ ἦγον.
我呼唤潘神施以援手,因他自己也曾恋慕过皮图斯;我称赞厄科,因她在我的呼唤之后重复阿玛律利斯之名;我折断牧笛,因为它虽能蛊惑我的牛群,却无法将阿玛律利斯带来。
Ἔρωτος γὰρ οὐδὲν φάρμακον, οὐ πινόμενον, οὐκ ἐσθιόμενον, οὐκ ἐν ᾠδαῖς λαλούμενον, ὅτι μὴ φίλημα καὶ περιβολὴ καὶ συγκατακλινῆναι γυμνοῖς σώμασι.”3
因为对于厄洛斯而言,世上没有任何药物,无论是饮下的、咽下的,还是以歌谣吟诵的,全都无效,唯有接吻、拥抱以及赤身同卧。”
- 2.7.2οὐδὲ ὑμεῖς τοσοῦτον τῶν αἰγῶν καὶ τῶν προβάτων
此处承接前句省略了动词 κρατεῖτε(支配),全句意为“即便连你们(管辖)山羊与绵羊,亦不如其这般”。该省略结构与前面的 τοσοῦτον ὅσον οὐδὲ ὁ Ζεύς 相呼应,通过人对家畜的控制来反衬厄洛斯支配力之绝对。
- 2.7.5Ἤλγουν τὴν ψυχήν, τὴν καρδίαν ἐπαλλόμην, τὸ σῶμα ἐψυχόμην
τὴν ψυχήν、τὴν καρδίαν 以及 τὸ σῶμα 均为关系对格(表示身体或心神受到影响的部位),构成一个排比三肢句(tricolon)。
- 2.7.7ὅτι μὴ φίλημα καὶ περιβολὴ καὶ συγκατακλινῆναι γυμνοῖς σώμασι
短语 ὅτι μή 紧随否定词(οὐδὲν φάρμακον)之后,构成表示“除……之外(except)”的习语。在语法构造上,不定式 συγκατακλινῆναι 与主格名词 φίλημα 和 περιβολή 直接构成并列关系。
