← 朗格斯

达夫尼斯与克洛伊

§2.39.1-2.39.6

在神明与山羊群前立下的爱之誓言

达夫尼斯与克洛埃在神前立下爱的誓言,但因克洛埃不信任好色的潘神,达夫尼斯便遵照她的要求,以养育自己的山羊群起誓,对她永不变心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.39.1

Καὶ τούτοις ἅπασι θερμότεροι γενόμενοι καὶ θρασύτεροι, πρὸς ἀλλήλους ἤριζον ἔριν ἐρωτικήν, καὶ μετ’ ὀλίγον εἰς ὅρκων πίστιν προῆλθον. Ὁ μὲν δὴ Δάφνις τὸν Πᾶνα ὤμοσεν ἐλθὼν ἐπὶ τὴν πίτυν μὴ ζήσεσθαι μόνος ἄνευ Χλόης μηδὲ μιᾶς χρόνον ἡμέρας· ἡ δὲ Χλόη τὰς Νύμφας εἰσελθοῦσα εἰς τὸ ἄντρον τὸν αὐτὸν Δάφνιδι ἕξειν καὶ θάνατον καὶ βίον.1 Τοσοῦτον δὲ ἄρα τῇ Χλόῃ τὸ ἀφελὲς προσῆν ὡς κόρῃ, ὥστε ἐξιοῦσα τοῦ ἄντρου καὶ δεύτερον ἠξίου λαβεῖν ὅρκον παρ’ αὐτοῦ “ὦ Δάφνι” λέγουσα “θεὸς ὁ Πὰν ἐρωτικός ἐστι καὶ ἄπιστος· ἠράσθη μὲν Πίτυος, ἠράσθη δὲ Σύριγγος· παύεται δὲ οὐδέποτε Δρυάσιν ἐνοχλῶν καὶ Ἐπιμηλίσι Νύμφαις παρέχων πράγματα. Οὗτος μὲν οὖν ἀμεληθεὶς ἐν τοῖς ὅρκοις ἀμελήσει σε κολάσαι,2 κἂν ἐπὶ πλείονας ἔλθῃς γυναῖκας τῶν ἐν τῇ σύριγγι καλάμων·

因这所有的一切,他们变得更加热情、更加大胆,彼此展开了爱的竞逐,不久便进而以誓言互相保证。达夫尼斯走到松树旁,指着潘神发誓,没有克洛埃,他独自一天的时间也活不下去;克洛埃则走进洞穴,指着宁芙仙女们发誓,她将与达夫尼斯同生共死。然而克洛埃有着如此多身为少女的天真无邪,以至于她从洞穴走出来后,还要求从他那里得到第二份誓言,说道:“达夫尼斯啊,潘神是个多情而不忠的神;他曾恋慕皮梯斯,也曾恋慕绪林克斯;他从不停止纠缠德律阿得斯树精,并给护羊宁芙们制造麻烦。因此,这位神若在誓言中被忽视,就算你去找的女人比你排箫上的芦管还要多,他也不会在乎惩罚你。

§2.39.4

σὺ δέ μοι τὸ αἰπόλιον τοῦτο ὄμοσον καὶ τὴν αἶγα ἐκείνην, ἥ σε ἀνέθρεψε, μὴ καταλιπεῖν Χλόην, ἔστ’ ἂν πιστή σοι μένῃ· ἄδικον δὲ εἰς σὲ καὶ τὰς Νύμφας γενομένην καὶ φεῦγε καὶ μίσει καὶ ἀπόκτεινον ὥσπερ λύκον.”

所以你要对我指着这群山羊以及抚育你的那只母山羊发誓,只要克洛埃对你保持忠诚,你就绝不遗弃她;但若她对你和宁芙们不义,你就躲避她、怨恨她,并且像对待狼一样杀了她。”

§2.39.5

Ἥδετο ὁ Δάφνις ἀπιστούμενος καὶ στὰς εἰς μέσον τὸ αἰπόλιον καὶ τῇ μὲν τῶν χειρῶν αἰγὸς τῇ δὲ τράγου λαβόμενος3 ὤμνυε Χλόην φιλήσειν φιλοῦσαν· κἂν ἕτερον προκρίνῃ Δάφνιδος, ἀντ’ ἐκείνης αὑτὸν ἀποκτενεῖν.

达夫尼斯因受到怀疑而高兴,他站在羊群当中,一手抓住一只母山羊,另一手抓住一只公山羊,发誓只要克洛埃爱他,他就一直爱克洛埃;若她看重别人胜过达夫尼斯,他就会替她杀死自己。

§2.39.6

Ἡ δὲ ἔχαιρε καὶ ἐπίστευεν ὡς κόρη καὶ νομίζουσα τὰς αἶγας καὶ τὰ πρόβατα ποιμένων καὶ αἰπόλων ἰδίους θεούς.

克洛埃满心欢喜,并像少女一般信以为真,因为她以为山羊和绵羊是牧羊人和牧山羊人特有的神祇。

语法注3 条
  1. 2.39.2τὸν αὐτὸν Δάφνιδι ἕξειν καὶ θάνατον καὶ βίον

    不定式 ἕξειν 承前句的谓语动词 ὤμοσεν(发誓)而来。结构 ὁ αὐτός 搭配与格(Δάφνιδι)表示“与……相同”,宾格 θάνατον καὶ βίον 作 ἕξειν 的直接宾语,意为“(发誓)与达夫尼斯同生共死”。

  2. 2.39.3ἀμεληθεὶς ἐν τοῖς ὅρκοις ἀμελήσει σε κολάσαι

    ἀμεληθείς 是动词 ἀμελέω 的不定过去时被动分词,修饰主语潘神(Οὗτος),意为“在誓言中被忽视/轻视”。它与紧随其后的主要动词 ἀμελήσει(将忽视/不在乎惩罚你)构成有意的前后呼应与词根重复。

  3. 2.39.5τῇ μὲν τῶν χειρῶν αἰγὸς τῇ δὲ τράγου λαβόμενος

    λαβόμενος(中动动词 λαμβάνομαι 的不定过去时分词,意为“抓住”)支配表示抓住对象的属格(αἰγός, τράγου)。手段与格 τῇ μὲν ... τῇ δέ 结合部分属格 τῶν χειρῶν,表示“一只手抓住母山羊,另一只手抓住公山羊”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.39.1-2.39.6