- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:2.35.1-2.35.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
菲勒塔斯称赞了拉蒙的故事,接过儿子蒂提罗斯送来的华美大排箫,高超地吹奏出分别适于牛群、山羊群与绵羊群的各色曲调。
Ἄρτι ἐπέπαυτο τοῦ μυθολογήματος ὁ Λάμων, καὶ ἐπῄνει Φιλητᾶς αὐτὸν ὡς εἰπόντα μῦθον ᾠδῆς γλυκύτερον, καὶ ὁ Τίτυρος ἐφίσταται τὴν σύριγγα τῷ πατρὶ κομίζων, μέγα ὄργανον καὶ αὐλῶν μεγάλων, καὶ ἵνα κεκήρωτο, χαλκῷ πεποίκιλτο. Εἴκασεν ἄν τις1 εἶναι ταύτην ἐκείνην, ἣν ὁ Πὰν πρώτην ἐπήξατο. Διεγερθεὶς οὖν ὁ Φιλητᾶς καὶ καθίσας ἐν καθέδρᾳ ὀρθὸς πρῶτον μὲν ἀπεπειράθη τῶν καλάμων εἰ εὖπνοι·2 ἔπειτα μαθὼν ὡς ἀκώλυτον διατρέχει τὸ πνεῦμα, ἐνέπνει τὸ ἐντεῦθεν πολὺ καὶ νεανικόν. Αὐλῶν τις ἂν ᾠήθη συναυλούντων ἀκούειν·3 τοσοῦτον ἤχει τὸ σύριγμα. Κατ’ ὀλίγον δὲ τῆς βίας ἀφαιρῶν εἰς τὸ τερπνότερον μετέβαλλε τὸ μέλος.
拉蒙刚讲完这个神话,菲勒塔斯便赞扬他讲述了一个比歌声还要动听的神话,这时蒂提罗斯为父亲送来了排箫——那是一件巨大的乐器,由粗大的芦管构成,在涂蜡结扎的地方饰有青铜。任何人都会以为,这正是潘神最初制作的那管排箫。于是菲勒塔斯振作精神,在座椅上坐得端正,首先试吹芦管,察看通气是否顺畅;随后在确认气息畅通无阻之后,自此便灌入强劲而充满朝气的气息吹奏起来。任何人都会以为自己听到了多管齐鸣的合奏,那吹奏之声是如此宏亮。接着,他逐渐减缓力度,将曲调转为更加悦耳的旋律。
Καὶ πᾶσαν τέχνην ἐπιδεικνύμενος εὐνομίας μουσικῆς ἐσύριττεν οἷον βοῶν ἀγέλῃ πρέπον, οἷον αἰπολίῳ πρόσφορον, οἷον ποίμναις φίλον. Τερπνὸν ἦν τὸ ποιμνίων, μέγα τὸ βοῶν, ὀξὺ τὸ αἰγῶν· ὅλως πάσας σύριγγας μία σύριγξ ἐμιμήσατο.
他展现出音乐调和的全部技艺,吹奏出适于牛群的曲调、宜于山羊群的曲调以及绵羊群所喜爱的曲调。绵羊的曲调温柔动听,牛群的曲调雄浑宏亮,山羊的曲调尖锐清脆;总而言之,仅仅一管排箫便摹拟了所有的排箫。
- 2.35.2Εἴκασεν ἄν τις
不定代词 τις 与带有 ἄν 的不定过去时直说语气(Εἴκασεν ἄν)连用,构成过去潜在句(“任何人都会以为……”),表示过去任何观察者在假定情境下会做出的判断。
- 2.35.2ἀπεπειράθη τῶν καλάμων εἰ εὖπνοι
动词 ἀποπειράομαι 支配属格宾语 τῶν καλάμων,其后跟有省略系词 εἰσίν 的间接疑问节 εἰ εὖπνοι,表检验的内容,意为“试吹芦管看其通气是否良好”。
- 2.35.3Αὐλῶν τις ἂν ᾠήθη συναυλούντων ἀκούειν
由 ἄν 与不定过去时直说语气 ᾠήθη 构成的过去潜在句(“任何人都会以为……”)。感知动词 ἀκούειν 支配属格名词及其属格分词(αὐλῶν συναυλούντων,“笛管合奏之声”)。
