← 朗格斯

达夫尼斯与克洛伊

§1.praef.1-1.praef.4

莱斯博斯岛的画作与著述动机

叙述者记述自己在莱斯博斯岛圣林中目睹绝妙的爱情画作,由此受激发撰写四卷故事作为献礼,并阐述爱情的普遍威力与作品的抚慰教化之用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.praef.1

Ἐν Λέσβῳ θηρῶν ἐν ἄλσει Νυμφῶν θέαμα εἶδον κάλλιστον ὧν εἶδον·1 εἰκόνα, γραφήν, ἱστορίαν ἔρωτος. Καλὸν μὲν καὶ τὸ ἄλσος, πολύδενδρον, ἀνθηρόν, κατάρρυτον· μία πηγὴ πάντα ἔτρεφε, καὶ τὰ ἄνθη καὶ τὰ δένδρα· ἀλλ’ ἡ γραφὴ τερπνοτέρα καὶ τέχνην ἔχουσα περιττὴν καὶ τύχην ἐρωτικήν· ὥστε πολλοὶ καὶ τῶν ξένων κατὰ φήμην ᾔεσαν, τῶν μὲν Νυμφῶν ἱκέται, τῆς δὲ εἰκόνος θεαταί.

在莱斯博斯岛狩猎时,我在宁芙的圣林中看到了平生所见最美的景象:一幅画像,一幅画卷,一段爱情的故事。圣林本身确也美丽,树木葱郁,繁花盛开,流水淙淙;唯一的一泓泉水滋养着一切,包括花卉与树木。然而这幅画更令人赏心悦目,它具有卓越的艺术与爱情的情遇;以至于甚至许多外邦人也循着声名而来,对宁芙而言他们是求告者,对画像而言他们则是鉴赏者。

§1.praef.2

Γυναῖκες ἐπʼ αὐτῆς τίκτουσαι καὶ ἄλλαι σπαργάνοις κοσμοῦσαι· παιδία ἐκκείμενα, ποίμνια τρέφοντα· ποιμένες ἀναιρούμενοι, νέοι συντιθέμενοι· λῃστῶν καταδρομή, πολεμίων ἐμβολή. Πολλὰ ἄλλα καὶ πάντα ἐρωτικὰ ἰδόντα με καὶ θαυμάσαντα πόθος ἔσχεν2 ἀντιγράψαι τῇ γραφῇ·3 καὶ ἀναζητησάμενος ἐξηγητὴν τῆς εἰκόνος τέτταρας βίβλους ἐξεπονησάμην, ἀνάθημα μὲν Ἔρωτι καὶ Νύμφαις καὶ Πανί, κτῆμα δὲ τερπνὸν πᾶσιν ἀνθρώποις, ὃ καὶ νοσοῦντα ἰάσεται, καὶ λυπούμενον παραμυθήσεται, τὸν ἐρασθέντα ἀναμνήσει, τὸν οὐκ ἐρασθέντα προπαιδεύσει.

在画中,有正在分娩的妇人,有正用襁褓包裹婴儿的另一群妇人;有被遗弃的婴儿,有哺育他们的牲群;有收养他们的牧人,有山盟海誓的青年;还有海盗的袭扰,敌人的入侵。看到许多其他事物,且一切皆与爱情相关,并惊叹不已的我,心中升起了一种与这幅画匹敌著文的渴望;于是我寻得一位画作的讲解者,精心撰写了四卷书,作为献给爱神、宁芙与潘神的祭品,也作为给全人类的怡人财产;它将医治病痛之人,宽慰悲伤之人,唤起曾爱之人的回忆,并预先教导未曾爱过之人。

§1.praef.4

Πάντως γὰρ οὐδεὶς ἔρωτα ἔφυγεν ἢ φεύξεται, μέχρι ἂν κάλλος ᾖ καὶ ὀφθαλμοὶ βλέπωσιν. Ἡμῖν δʼ ὁ θεὸς παράσχοι σωφρονοῦσι τὰ τῶν ἄλλων γράφειν.4

因为无论如何,只要尚有美存在,只要双眼尚能观照,就决无一人曾逃脱或将能逃脱爱。愿神明赐予我们,在我们自身保持清醒节制的同时,得以描摹他人的际遇。

语法注4 条
  1. 1.praef.1ὧν εἶδον

    从属于最高级 κάλλιστον 的部分属格,此处发生了关系代词格的吸引现象(即 τούτων ἃ εἶδον 中原本应为宾格的 ἃ 受到省略的先行词属格影响而变为属格 ὧν)。

  2. 1.praef.2ἰδόντα με καὶ θαυμάσαντα πόθος ἔσχεν

    主语为 πόθος,谓语动词为 ἔσχεν,宾语为 με(由两个分词 ἰδόντα 和 θαυμάσαντα 修饰)。随后的不定式 ἀντιγράψαι 作 πόθος 的说明补足语,表示“一种渴望抓住了我,去写出……”。

  3. 1.praef.2ἀντιγράψαι τῇ γραφῇ

    复合动词 ἀντιγράφω(带有前缀 ἀντί-)支配与格补足语 τῇ γραφῇ。此处并非单纯的“抄写”,而是含有“以文辞与此画(γραφή)相匹敌/相呼应而书写”之意。

  4. 1.praef.4Ἡμῖν δʼ ὁ θεὸς παράσχοι σωφρονοῦσι τὰ τῶν ἄλλων γράφειν

    παράσχοι 是表达愿望的祈愿语气。现在分词 σωφρονοῦσι 与与格代词 ἡμῖν 一致,表示方式或伴随状态(“愿在保持节制/清醒之态下”),不定式短语 τὰ τῶν ἄλλων γράφειν(书写他人的遭遇)作動词 παράσχοι 的直接宾语/真主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.praef.1-1.praef.4