← 朗格斯

达夫尼斯与克洛伊

§1.8.1-1.8.3

达夫尼斯与克洛埃顺从神意成为牧人

德律阿斯与拉蒙互通梦境并顺从神意,在传授放牧要领后将羊群交托给达夫尼斯和克洛埃,两人怀着感恩之心欢喜受命。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8.1

Τοῦτο τὸ ὄναρ ἰδόντες ἤχθοντο μὲν εἰ ποιμένες ἔσονται1 οἱ τύχην ἐκ σπαργάνων ἐπαγγελλόμενοι κρείττονα (διὸ αὐτοὺς καὶ τροφαῖς ἔτρεφον ἁβροτέραις καὶ γράμματα ἐπαίδευον καὶ πάντα ὅσα καλὰ ἦν ἐπʼ ἀγροικίας), ἐδόκει δὲ πείθεσθαι θεοῖς περὶ τῶν σωθέντων προνοίᾳ θεῶν.

见到这场梦,他们因这些在襁褓信物中预示了更好命运的孩子竟要成为牧人而感到忧伤(正是为此,他们此前一直用更精致的食物抚养他们,教他们读书识字,传授乡间所认为美好的一切才能);但他们觉得,关于这些凭着神明的眷顾才得救的孩子,理当遵从神明的意愿。

§1.8.2

Καὶ κοινώσαντες ἀλλήλοις τὸ ὄναρ καὶ θύσαντες τῷ τὰ πτερὰ ἔχοντι παιδίῳ παρὰ ταῖς Νύμφαις (τὸ γὰρ ὄνομα λέγειν οὐκ εἶχον) ὡς ποιμένας ἐκπέμπουσιν αὐτοὺς ἅμα ταῖς ἀγέλαις, ἐκδιδάξαντες ἕκαστα· πῶς δεῖ νέμειν πρὸ μεσημβρίας, πῶς κοπάσαντος τοῦ καύματος· πότε ἐξάγειν ἐπὶ πότον, πότε ἀπάγειν ἐπὶ κοῖτον· ἐπὶ τίσι2 καλαύροπι χρηστέον, ἐπὶ τίσι φωνῇ μόνῃ. Οἱ δὲ μάλα χαίροντες ὡς ἀρχὴν μεγάλην παρελάμβανον3 καὶ ἐφίλουν τὰς αἶγας καὶ τὰ πρόβατα μᾶλλον ἢ ποιμέσιν ἔθος, ἡ μὲν ἐς ποίμνιον ἀνάγουσα τῆς σωτηρίας τὴν αἰτίαν, ὁ δὲ μεμνημένος ὡς ἐκκείμενον αὐτὸν αἲξ ἀνέθρεψεν.

他们相互交流了梦境,并在宁芙们的〔石洞〕旁向那长有双翼的幼童献了祭(因为他们说不出他的名字),随后就将他们同牲畜群一起作为牧人打发出去。在出发前,他们详尽地传授了各项规矩:正午前当如何放牧,炎热减退后当如何放牧;何时牵去饮水,何时赶回歇息;在何种情形下当用牧杖,在何种情形下只需用呼唤声。孩子们则欢欣雀跃,如同接受了一项重大的职务般接下这差事;他们怜爱山羊和绵羊,胜过通常牧人的习性:少女将自己得救的原由归于羊群,而少年则铭记着在自己被遗弃时是一只山羊抚育了他。

语法注3 条
  1. 1.8.1ἤχθοντο μὲν εἰ ποιμένες ἔσονται

    表示情感的动词 ἤχθοντο 后面接连词 εἰ,用于引出使人感到忧伤的具体事实(“他们竟要成为牧人”),此结构在古典希腊语中常代替 ὅτι 引导情感的原因从句。

  2. 1.8.3ἐπὶ τίσι

    介词 ἐπί 接疑问代词的中性复数与格 τίσι,与动词性形容词 χρηστέον 连用,表示“在何种情况/条件下”,而非指阳性的人或动物。

  3. 1.8.3ὡς ἀρχὴν μεγάλην παρελάμβανον

    未完成过去时直陈式动词 παρελάμβανον 是主句谓语(与后面的 καὶ ἐφίλουν 并列),连词 ὡς 则与名词短语 ἀρχὴν μεγάλην 连用,表达主观视角的比拟:“仿佛接任重大的官职(ἀρχή)一般”,生动勾勒出孩子们将放牧杂役视同受命要职的单纯与自豪。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.8.1-1.8.3