← 朗格斯

达夫尼斯与克洛伊

§1.5.1-1.5.3

德律阿斯发现由母羊哺育的弃婴女童

牧羊人德律阿斯跟随着离群的母羊进入宁芙的洞穴,发现了一名正由母羊哺育的被遗弃的女婴(即后来的克洛埃),以及身旁华丽的认亲信物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5.1

Εἰς τοῦτο τὸ νυμφαῖον οἶς ἀρτιτόκος συχνὰ φοιτῶσα δόξαν πολλάκις ἀπωλείας παρεῖχε. Κολάσαι δὴ βουλόμενος αὐτὴν καὶ εἰς τὴν πρότερον εὐνομίαν καταστῆσαι, δεσμὸν ῥάβδου χλωρᾶς λυγίσας ὅμοιον βρόχῳ τῇ πέτρᾳ προσῆλθεν, ὡς ἐκεῖ συλληψόμενος αὐτήν.

一只刚产下羊羔的母羊经常跑进这座宁芙神殿,屡屡让人以为它走失了。于是〔德律阿斯〕想要惩戒它,让它恢复往日的规矩,便将一根鲜嫩的枝条弯成绳套般的缚绳,走向那块岩石,打算在那里将它捉住。

§1.5.2

Ἐπιστὰς δὲ οὐδὲν εἶδεν ὧν ἤλπισεν,1 ἀλλὰ τὴν μὲν διδοῦσαν πάνυ ἀνθρωπίνως τὴν θηλὴν εἰς ἄφθονον τοῦ γάλακτος ὁλκήν, τὸ δὲ παιδίον ἀκλαυτὶ λάβρως εἰς ἀμφοτέρας τὰς θηλὰς μεταφέρον τὸ στόμα καθαρὸν καὶ φαιδρόν, οἷα τῆς οἰὸς τῇ γλώττῃ τὸ πρόσωπον ἀπολιχμωμένης2 μετὰ τὸν κόρον τῆς τροφῆς.

但他走近一看,预料中的事情一件也没见到,反而是母羊极富人性地递出乳头,以供吸取丰沛的乳汁;而婴儿不哭不闹,贪婪地将嘴在两边乳头间来回移动,小脸干净而神采奕奕,这是因为羊在〔婴儿〕吃饱之后,用舌头舔净了它的面庞。

§1.5.3

Θῆλυ ἦν τοῦτο τὸ παιδίον, καὶ παρέκειτο καὶ τούτῳ γνωρίσματα· μίτρα διάχρυσος, ὑποδήματα ἐπίχρυσα, περισκελίδες χρυσαῖ.

这个婴孩是个女婴,她身旁同样放着认亲的信物:一条缀着金丝的发带、一双镀金的鞋子,以及金色的脚镯。

语法注2 条
  1. 1.5.2ὧν ἤλπισεν

    关系代词格的吸引(assimilation)。完整形式应为 οὐδὲν τούτων ἃ ἤλπισεν(他所预期的那些事中的一件也没有),其中宾格关系代词 ἃ 受到被省略的先行词属格 τούτων 的吸引而变为属格 ὧν。

  2. 1.5.2οἷα τῆς οἰὸς τῇ γλώττῃ τὸ πρόσωπον ἀπολιχμωμένης

    带有 οἷα 的属格独立结构(genitive absolute)。οἷα(或 ἅτε)与分词连用时,表示客观真实的原因(“因为……”、“鉴于……”)。此处解释了为何婴儿的面容是干净而容光焕发的(καθαρὸν καὶ φαιδρόν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.5.1-1.5.3