← 朗格斯

达夫尼斯与克洛伊

§1.3.1-1.3.2

拉蒙夫妇收养弃儿并命名为达夫尼斯

拉蒙不忍遗弃婴儿,便将其带回给妻子穆尔塔勒;夫妻商定将孩子收养,并为他取名达夫尼斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.1

Τὸ μὲν οὖν πρῶτον ἐβουλεύσατο μόνα τὰ γνωρίσματα βαστάσας ἀμελῆσαι τοῦ βρέφους· ἔπειτα αἰδεσθεὶς εἰ μηδὲ αἰγὸς φιλανθρωπίαν μιμήσεται,1 νύκτα φυλάξας κομίζει πάντα πρὸς τὴν γυναῖκα Μυρτάλην, καὶ τὰ γνωρίσματα καὶ τὸ παιδίον καὶ τὴν αἶγα αὐτήν.

起初,他原打算只拿走那些信物而弃婴儿于不顾;但随后他感到,若连一只母山羊的慈爱都不仿效,未免太可耻了,于是他等到夜幕降临,把一切——信物、婴儿以及母山羊本身——都带给了妻子穆尔塔勒。

§1.3.2

Τῆς δὲ ἐκπλαγείσης εἰ παιδία τίκτουσιν αἶγες, ὁ δὲ πάντα αὐτῇ διηγεῖται, πῶς εὗρεν ἐκκείμενον, πῶς εἶδε τρεφόμενον, πῶς ᾐδέσθη καταλιπεῖν ἀποθανούμενον. Δόξαν δὴ κἀκείνῃ,2 τὰ μὲν συνεκτεθέντα κρύπτουσι, τὸ δὲ παιδίον αὑτῶν νομίζουσι, τῇ δὲ αἰγὶ τὴν τροφὴν ἐπιτρέπουσιν. Ὡς δʼ ἂν καὶ τοὔνομα τοῦ παιδίου ποιμενικὸν δοκοίη, Δάφνιν αὐτὸν ἔγνωσαν καλεῖν.

当妻子惊呼母山羊难道还会生孩子时,他便向她细述了始末:自己如何发现婴儿被弃,如何看见他被哺乳,又如何羞于丢下他等死。既然妻子也同意了,他们便藏匿了随婴儿一同被弃的物件,把这孩子认作己出,并将哺乳之事托付给那只母山羊。为了让这孩子的名字也显得像个牧人,他们决定叫他达夫尼斯。

语法注2 条
  1. 1.3.1αἰδεσθεὶς εἰ μηδὲ αἰγὸς φιλανθρωπίαν μιμήσεται

    由表示情感的动词 αἰδέομαι 引出的 εἰ 从句,在此相当于表示担忧或假设原因(“若连母山羊的仁爱都不效仿便觉可耻”)。直陈式将来时 μιμήσεται 强调了对于自己可能做出不如畜生之举的现实顾虑。

  2. 1.3.2Δόξαν δὴ κἀκείνῃ

    非人称动词 δοκεῖ 的中性单数不定过去时分词构成的绝对宾格结构(accusative absolute),搭配与格 κἀκείνῃ(καὶ ἐκείνῃ,“对她来说也是如此”),意为“既然她也认为妥当/同意了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.3.1-1.3.2