← 朗格斯

达夫尼斯与克洛伊

§1.23.1-1.23.3

初夏的炽热与达夫尼斯的河中水浴

春末夏初的时令进一步激发了达夫尼斯与克洛埃的爱火;达夫尼斯在河中纳凉,克洛埃则在挤奶与凝乳后与他共饮。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23.1

Ἐξέκαε δʼ αὐτοὺς καὶ ἡ ὥρα τοῦ ἔτους. Ἦρος ἦν ἤδη τέλος καὶ θέρους ἀρχή, καὶ πάντα ἐν ἀκμῇ· δένδρα ἐν καρποῖς, πεδία ἐν ληίοις. Ἡδεῖα μὲν τεττίγων ἠχή, γλυκεῖα δὲ ὀπώρας ὀδμή, τερπνὴ δὲ ποιμνίων βληχή.

岁月的时令也同样将他们点燃。当时已是春末夏初,万物正值繁盛:树木果实累累,平原庄稼丰茂。蝉鸣悦耳,果香甘甜,羊群的咩叫令人欢畅。

§1.23.2

Εἴκασεν ἄν τις1 καὶ τοὺς ποταμοὺς ᾄδειν ἠρέμα ῥέοντας καὶ τοὺς ἀνέμους συρίττειν ταῖς πίτυσιν ἐμπνέοντας καὶ τὰ μῆλα ἐρῶντα πίπτειν χαμαὶ καὶ τὸν ἥλιον φιλόκαλον ὄντα πάντας ἀποδύειν. Ὁ μὲν οὖν Δάφνις θαλπόμενος τούτοις ἅπασιν εἰς τοὺς ποταμοὺς ἐνέβαινε, καὶ ποτὲ μὲν ἐλούετο, ποτὲ δὲ τῶν ἰχθύων τοὺς ἐνδινεύοντας ἐθήρα· πολλάκις δὲ καὶ ἔπινεν, ὡς τὸ ἔνδοθεν καῦμα σβέσων.2

人们大可想象:缓缓流淌的河流仿佛在歌唱,拂过松林的微风宛如在吹笛,苹果仿若因相思而坠落于地,而喜爱美色的太阳则仿佛把所有人都脱光了衣服。达夫尼斯被这一切烘热,便走进河中,时而沐浴,时而捕捞洄游的鱼儿,还频频饮水,仿佛要扑灭内心的焦渴。

§1.23.3

Ἡ δὲ Χλόη μετὰ τὸ ἀμέλξαι τὰς οἶς καὶ τῶν αἰγῶν τὰς πολλὰς ἐπὶ πολὺν μὲν χρόνον πράγματα εἶχε πηγνῦσα τὸ γάλα· δειναὶ γὰρ αἱ μυῖαι λυπῆσαι καὶ δακεῖν, εἰ διώκοιντο·3 τὸ δὲ ἐντεῦθεν ἀπολουσαμένη τὸ πρόσωπον πίτυος ἐστεφανοῦτο κλάδοις καὶ τῇ νεβρίδι ἐζώννυτο καὶ τὸν γαυλὸν ἀναπλήσασα οἴνου καὶ γάλακτος κοινὸν μετὰ τοῦ Δάφνιδος πότον εἶχε.

克洛埃在挤完了绵羊和大部分山羊的奶之后,花了很长时间费力使奶凝结;因为那些苍蝇一旦被驱赶,便极其惹人厌烦且叮人甚剧。此后,她洗净了脸庞,用松枝编成花冠戴在头上,腰系小鹿皮,将奶桶盛满葡萄酒和奶,与达夫尼斯一同共饮。

语法注3 条
  1. 1.23.2Εἴκασεν ἄν τις

    小词 ἄν 加上不定过去时直陈式第三人称单数(εἴκασεν),表示对过去情况的潜在推测(“任何人都可以/都会想象……”)。它支配随后由四个平行的“宾格加不定式”结构构成的长句(τοὺς ποταμοὺς ᾄδειν... καὶ τοὺς ἀνέμους συρίττειν... καὶ τὰ μῆλα... πίπτειν... καὶ τὸν ἥλιον... ἀποδύειν)。

  2. 1.23.2ὡς τὸ ἔνδοθεν καῦμα σβέσων

    连词 ὡς 连同将来时主动态分词 σβέσων(与主语达夫尼斯在性数格上一致),表示带有主观意图或托词的目的(“仿佛为了扑灭内心的焦渴/热度”)。

  3. 1.23.3δειναὶ γὰρ αἱ μυῖαι λυπῆσαι καὶ δακεῖν, εἰ διώκοιντο

    不定式 λυπῆσαι 和 δακεῖν 作为说明性不定式(epexegesis)依附于形容词 δειναί,指明苍蝇在哪些方面“厉害/可怕”(“极其会烦扰人和叮咬”)。后面的条件从句 εἰ διώκοιντο(现在时被动态祈愿语气)表示过去的一般性反复条件(“每次被驱赶时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.23.1-1.23.3