- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:1.21.1-1.21.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克洛埃赶牲畜前往泉边时,牧犬嗅出并撕咬了假扮成狼的多尔孔;不解风情的两人救下并照料了他,以为这只是牧人间的一场玩笑。
Χρόνος ὀλίγος διαγίνεται καὶ Χλόη κατήλαυνε τὰς ἀγέλας εἰς τὴν πηγήν, καταλιποῦσα τὸν Δάφνιν φυλλάδα χλωρὰν κόπτοντα τοῖς ἐρίφοις τροφὴν μετὰ τὴν νομήν.
没过多久,克洛埃便把牲畜赶到了泉旁;她把正在割青绿树叶作放牧之后小山羊饲料的达夫尼斯留在了后面。
Καὶ οἱ κύνες οἱ τῶν προβάτων ἐπὶ φυλακῇ καὶ τῶν αἰγῶν ἑπόμενοι, οἵα δὴ κυνῶν ἐν ῥινηλασίαις περιεργία,1 κινούμενον τὸν Δόρκωνα πρὸς τὴν ἐπίθεσιν τῆς κόρης φωράσαντες, πικρὸν μάλα ὑλακτήσαντες ὥρμησαν ὡς ἐπὶ λύκον καὶ περισχόντες, πρὶν ὅλως ἀναστῆναι διʼ ἔκπληξιν,2 ἔδακνον κατὰ τοῦ δέρματος.
随行防卫绵羊和山羊的牧犬,凭着犬类搜寻气味时特有的机敏,察觉到了正准备袭击少女而有所动弹的多尔孔,便极其凶猛地狂吠着,如扑向真狼一般向他猛冲过去,将他团团围住,趁他惊恐得还没能彻底站起身来,便对着兽皮撕咬起来。
Τέως μὲν οὖν τὸν ἔλεγχον αἰδούμενος καὶ ὑπὸ τοῦ δέρματος τοῦ ἐπισκέποντος φρουρούμενος ἔκειτο σιωπῶν ἐν τῇ λόχμῃ· ἐπεὶ δὲ ἥ τε Χλόη πρὸς τὴν πρώτην θέαν διαταραχθεῖσα τὸν Δάφνιν ἐκάλει βοηθόν, οἵ τε κύνες περισπῶντες τὸ δέρμα τοῦ σώματος ἥπτοντο αὐτοῦ, μέγα οἰμώξας ἱκέτευε βοηθεῖν τὴν κόρην καὶ τὸν Δάφνιν ἤδη παρόντα.
起初,多尔孔既因阴谋败露而羞愧,又受遮蔽身体的兽皮护卫,便默不作声地躺在灌木丛中;但当克洛埃初见之下惊慌失措地呼唤达夫尼斯来相救,犬群又撕扯开兽皮、直接咬上了他的肉体时,他发出了凄厉的哀嚎,乞求少女和已经赶来的达夫尼斯施救。
Τοὺς μὲν δὴ κύνας ἀνακλήσει συνήθει ταχέως ἡμέρωσαν, τὸν δὲ Δόρκωνα κατά τε μηρῶν καὶ ὤμων δεδηγμένον ἀγαγόντες ἐπὶ τὴν πηγὴν ἀπένιψαν τὰ δήγματα καὶ διαμασησάμενοι φλοιὸν χλωρὸν πτελέας ἐπέπασαν· ὑπό τε ἀπειρίας ἐρωτικῶν τολμημάτων ποιμενικὴν παιδιὰν νομίζοντες τὴν ἐπιβολὴν τοῦ δέρματος,3 οὐδὲν ὀργισθέντες, ἀλλὰ καὶ παραμυθησάμενοι καὶ μέχρι τινὸς χειραγωγήσαντες ἀπέπεμψαν.
两人用惯常的唤声迅速驯伏了牧犬,随后将大腿和肩膀已被咬伤的多尔孔引到泉边,洗净伤口,并嚼碎绿色的榆树皮敷在伤处;由于对情爱的放肆举动毫无经验,他们只把披戴兽皮当成了牧人间的玩笑,因而丝毫不曾动怒,反倒出言安慰,挽着他的手护送了一段路后,才放他离去。
- 1.21.2οἵα δὴ κυνῶν ἐν ῥινηλασίαις περιεργία
缺少主要动词的关系从句或感叹性插入语,意为“如犬类寻味追踪时特有的好奇/机敏那样”。关系代词 οἵα 强调犬类本性的执着与警觉,插入性地修饰主语 οἱ κύνες。
- 1.21.2πρὶν ὅλως ἀναστῆναι διʼ ἔκπληξιν
πρίν + 不定式结构(“在……之前”)。不定式 ἀναστῆναι 的逻辑主语并非主句主语(牧犬),而是承前文分词短语中的宾格对象(τὸν Δόρκωνα),即多尔孔。
- 1.21.5ποιμενικὴν παιδιὰν νομίζοντες τὴν ἐπιβολὴν τοῦ δέρματος
动词 νομίζοντες 的双宾格(宾语补足语)结构。τὴν ἐπιβολὴν τοῦ δέρματος(身披兽皮)是直接宾语,而 ποιμενικὴν παιδιάν(牧人的恶作剧)是补足成分(“将A视为B”),语序发生倒置,谓语名词短语前置。
