- 底本
- Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:30.1-30.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者在指出思想与表达密不可分之后,阐述了精当选词作为“思想之光”的功用与极高价值,同时也告诫不可将庄重字词不相称地套用于琐碎题材。
Ἐπειδὴ μέντοι ἡ τοῦ λόγου νόησις ἥ τε φράσις τὰ πλείω δι’ ἑκατέρου διέπτυκται,1 ἴθι δή, ἂν τοῦ φραστικοῦ μέρους ᾖ τινα λοιπὰ ἔτι, προσεπιθεασώμεθα. ὅτι μὲν τοίνυν ἡ τῶν κυρίων καὶ μεγαλοπρεπῶν ὀνομάτων ἐκλογὴ θαυμαστῶς ἄγει καὶ κατακηλεῖ τοὺς ἀκούοντας, καὶ ὡς πᾶσι τοῖς ῥήτορσι καὶ συγγραφεῦσι κατ’ ἄκρον ἐπιτήδευμα, μέγεθος ἅμα κάλλος εὐπίνειαν βάρος ἰσχὺν κράτος, ἔτι δὲ τἆλλα ἂν ὦσί τινα τοῖς λόγοις ὥσπερ ἀγάλμασι καλλίστοις δι’ αὑτῆς ἐπανθεῖν παρασκευάζουσα καὶ οἱονεὶ ψυχήν τινα τοῖς πράγμασι φωνητικὴν ἐντιθεῖσα, μὴ καὶ περιττὸν ᾖ πρὸς εἰδότας διεξιέναι.2 φῶς γὰρ τῷ ὄντι ἴδιον τοῦ νοῦ τὰ καλὰ ὀνόματα.
然而,由于言论的思想与表达大体上是通过彼此相互展开的,那么来吧,若在文辞方面还有什么遗留的内容,就让我们进一步考察。因此,关于恰当而庄严的字词选拔能奇妙地引导并迷住听众,且对于一切演说家与散文作家而言都是极致的追求,它使言辞如同最绝美的雕像一般,藉着它自身同时焕发出崇高、优美、古雅之韵、凝重、力量与气势,乃至其他一切可能具有的品质,并宛如赋予所论事物以发声的灵魂一般——向深谙此道的人详细陈述这一点,或许实属多余。因为优美的字词确实是思想特有的光芒。
ὁ μέντοι γε ὄγκος αὐτῶν οὐ πάντη χρειώδης, ἐπεὶ τοῖς μικροῖς πραγματίοις περιτιθέναι μεγάλα καὶ σεμνὰ ὀνόματα ταὐτὸν ἂν φαίνοιτο, ὡς εἴ τις τραγικὸν προσωπεῖον μέγα παιδὶ περιθείη νηπίῳ, πλὴν ἐν μὲν ποιήσει καὶ ἱ3
然而,这些字词的庄重气度绝非处处适用,因为将宏大而尊崇的字词加诸琐碎微小的题材之上,看来就像给幼童戴上一具巨大的悲剧面具一般;不过在诗歌与历……
- 30.1δι’ ἑκατέρου διέπτυκται
动词 διαπτύσσω(展开、阐明)的完成时被动第三人称单数。虽然主语包含“思想”(νόησις)与“表达”(φράσις)两者,动词却作单数。介词短语 δι’ ἑκατέρου(通过彼此)表示思想与文辞并非割裂,而是相辅相成、互为依托地展开。
- 30.1μὴ καὶ περιττὸν ᾖ πρὸς εἰδότας διεξιέναι
统摄句首 ὅτι μὲν τοίνυν ... 和 καὶ ὡς ... 的主句核心。μὴ ᾖ 结构属于由表示担忧的虚拟语气引申而来的委婉断定(“或许……是多余的”)。不定式 διεξιέναι(详述)作真正的主语,其支配的宾语即是前面的 ὅτι 从句和 ὡς 从句。
- 30.2πλὴν ἐν μὲν ποιήσει καὶ ἱ
因手抄本残缺(脱文)而导致句子在词中突然中断之处。接续的残词通常被推测为 ἱστορίᾳ(历史)等,但依原文未完成的形态(καὶ ἱ),译文在此处亦作相应的不完整处理。
