← 伪朗吉努斯

论崇高

§20.1-20.3

多种修辞手法的结合与激情的激荡

作者援引德摩斯梯尼的演说为例,阐明无连接词法、首语重复法与生动描绘等多种修辞手法相互交织并持续变化,从而产生剧烈激情与生动感染力的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

Ἄκρως δὲ καὶ ἡ ἐπὶ ταὐτὸ σύνοδος τῶν σχημάτων εἴωθε κινεῖν, ὅταν δύο ἢ τρία οἷον κατὰ συμμορίαν ἀνακιρνάμενα ἀλλήλοις ἐρανίζῃ1 τὴν ἰσχὺν τὴν πειθὼ τὸ κάλλος, ὁποῖα καὶ τὰ εἰς τὸν Μειδίαν, ταῖς ἀναφοραῖς ὁμοῦ καὶ τῇ διατυπώσει συναναπεπλεγμένα τὰ ἀσύνδετα.2 "πολλὰ γὰρ ἂν ποιήσειεν ὁ τύπτων, ὧν ὁ παθὼν ἔνια οὐδ᾽ ἂν ἀπαγγεῖλαι δύναιτο ἑτέρῳ, τῷ σχήματι τῷ βλέμματι τῇ φωνῇ."

各种修辞手法的同向聚合,往往也能引发极度的情感震撼;彼时两三种手法宛如互助会般融合在一起,彼此分担并贡献出力量、说服力与优美,正如《驳梅迪亚斯》中的情形,无连接词法同首语重复法与生动描绘彼此交织在一起: “因为施暴者可能做出许多举动,受害者甚至无法将其中一些向他人转述,以其姿态,以其眼神,以其声音。”

§20.2

εἶθ’ ἵνα μὴ ἐπὶ τῶν αὐτῶν ὁ λόγος ἰὼν στῇ (ἐν στάσει γὰρ τὸ ἠρεμοῦν, ἐν ἀταξίᾳ δὲ τὸ πάθος, ἐπεὶ φορὰ ψυχῆς καὶ συγκίνησίς ἐστιν), εὐθὺς ἐπ’ ἄλλα μεθήλατο ἀσύνδετα καὶ ἐπαναφοράς· "τῷ σχήματι τῷ βλέμματι τῇ φωνῇ, ὅταν ὡς ὑβρίζων, ὅταν ὡς ἐχθρός, ὅταν κονδύλοις, ὅταν ὡς δοῦλον." οὐδὲν ἄλλο διὰ τούτων ὁ ῥήτωρ ἢ ὅπερ ὁ τύπτων ἐργάζεται,3 τὴν διάνοιαν τῶν δικαστῶν τῇ ἐπαλλήλῳ πλήττει φορᾷ.

接着,为了不让言辞停滞在相同的事物上(因为平静存在于停滞之中,而激情存在于混乱之中,既然激情乃是心灵的冲荡与骚动),他随即跃向其他的无连接词法与复沓法: “以其姿态,以其眼神,以其声音,当如凌辱者时,当如仇敌时,当用拳头时,当如对待奴隶时。” 演说家通过这些表达所做出的,恰同施暴者所做的一模一样,以接连不断的冲击击打着审判官们的心灵。

§20.3

εἶτ’ ἐντεῦθεν πάλιν ὡς αἱ καταιγίδες, ἄλλην ποιούμενος ἐμβολὴν "ὅταν κονδύλοις, ὅταν ἐπὶ κόρρης" φησί· "ταῦτα κινεῖ, ταῦτα ἐξίστησιν ἀνθρώπους, ἀήθεις ὄντας τοῦ προπηλακίζεσθαι· οὐδεὶς ἂν ταῦτα ἀπαγγέλλων δύναιτο τὸ δεινὸν παραστῆσαι." οὐκοῦν τὴν μὲν φύσιν τῶν ἐπαναφορῶν καὶ ἀσυνδέτων πάντη φυλάττει τῇ συνεχεῖ μεταβολῇ· οὕτως αὐτῷ καὶ ἡ τάξις ἄτακτον καὶ ἔμπαλιν ἡ ἀταξία ποιὰν περιλαμβάνει τάξιν.4

随后他又从此处如狂风般发起另一波冲击: “当用拳头打时,当扇耳光时,”他说道: “这些举动激怒了人们,使那些不惯于遭受侮辱的人们丧失理智;没有一个转述这些事的人能将那种可怕的程度充分呈现。” 因此,他通过连绵不断的变换,彻底保全了复沓与无连接词法的本质;于是对他而言,秩序中包孕着无序,反之无序中亦包含着某种秩序。

语法注4 条
  1. 20.1οἷον κατὰ συμμορίαν ἀνακιρνάμενα ἀλλήλοις ἐρανίζῃ

    由 ὅταν 引导的条件/时间从句中的谓语,使用第三人称单数虚拟式 ἐρανίζῃ。主语为中性复数数词表达 δύο ἢ τρία(两三个修辞手法),符合中性复数主语接单数动词的常规语法规则。此处借用了雅典城邦的“分担集团(symmoria)”与“出资互助(eranos)”等财税及社会制度隐喻,形象地表明诸种修辞手段相互出资、共同构建感染力。

  2. 20.1ὁποῖα καὶ τὰ εἰς τὸν Μειδίαν, ταῖς ἀναφοραῖς ὁμοῦ καὶ τῇ διατυπώσει συναναπεπλεγμένα τὰ ἀσύνδετα.

    承接 ὁποῖα(诸如)之后省略了系动词 ἐστίν。后半句 ταῖς ἀναφοραῖς ὁμοῦ καὶ τῇ διατυπώσει συναναπεπλεγμένα τὰ ἀσύνδετα 作同位语性短语,具体指明前述《驳梅迪亚斯》中的内容;完成时被动分词 συναναπεπλεγμένα 修饰并限定 τὰ ἀσύνδετα,表示“与首语重复法及生动描绘同时交织在一起的无连接词修辞”。

  3. 20.2οὐδὲν ἄλλο διὰ τούτων ὁ ῥήτωρ ἢ ὅπερ ὁ τύπτων ἐργάζεται

    οὐδὲν ἄλλο ... ἢ ... 为惯用句式,意为“除……之外不做别的事”或“无非做……”。主节在 ἤ 之前省略了主要动词(ποιεῖ 或 ἐργάζεται),其含义由后接关系从句中的 ἐργάζεται 补充明确,整句表达“演说家通过这些言辞所作的,无非就是施暴者所作的事”。

  4. 20.3οὕτως αὐτῷ καὶ ἡ τάξις ἄτακτον καὶ ἔμπαλιν ἡ ἀταξία ποιὰν περιλαμβάνει τάξιν.

    前半分句 καὶ ἡ τάξις ἄτακτον 与后半分句 ἔμπαλιν ἡ ἀταξία ποιὰν περιλαμβάνει τάξιν 构成了互文性的对仗(交错配列)。前半句承后省略了动词 περιλαμβάνει,中性单数形容词 ἄτακτον(无序之物)作宾语,全句意为“秩序包容了无序,反之无序亦包含着某种秩序”,以悖论式的修辞揭示严整章法与澎湃激情的审美统一。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0560.tlg001.humanitext-grc2:20.1-20.3