- 底本
- Epictetus. Epicteti Dissertationes ab Arriano Digestae. Schenkl, Heinrich, editor. Leipzig:Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0557.tlg004.humanitext-grc1:1-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
归于爱比克泰德名下的道德格言,论及对神明的正确敬奉与祈祷,以及朋友的甄别与友谊的本质。
Ἐπικτήτου. Θεοὺς δικαίᾳ καὶ μεμετρημένῃ διαθέσει τίμα, ἀλλὰ μὴ ἀμέτροις δωρεαῖς κολάκευε· οὔτε γὰρ κολακείᾳ χαίρει θεὸς οὔτε ὁ κολακεύων τιμᾷ τὸ θεῖον. Θεοῖς θῦε μὴ ἡνίκα ἂν πλουτήσῃς, ἀλλ’ ἡνίκα ἂν φρονήσῃς, τὸ μὲν γὰρ πλουτεῖν καὶ τῶν κακοδαιμόνων,1 τὸ δὲ φρονεῖν μόνον ἴδιον εὐδαιμόνων.
爱比克泰德。当以公正且适度的性情敬奉神明,而勿以无度的礼物谄媚之;因为神既不喜谄媚,谄媚者亦非敬重神圣。 当在得智慧之时向神献祭,而非在得财富之时;因为富有亦为不幸者所有,而智慧则唯独属于幸福者。
Παρὰ θεῶν μὴ συνεχῆ αἴτει ὑγίειαν σώματος, ἀλλὰ διηνεκῶς λάμβανε σωφροσύνην ψυχῆς· καὶ οὔτε ῥᾳδίως νοσήσεις οὔτε νοσῶν δυσαρεστήσεις.
勿向神求肉体之持续健康,当恒常领受灵魂之节制;如此,你既不易生病,即或生病亦不怨天尤人。
Μὴ ὧν ἐπιθυμεῖς ταῦτα2 παρὰ θεῶν αἴτει, ἀλλ’ ὅπως αὐτῆς ἀπαλλαγῇς τῆς ἐπιθυμίας, τοῦτο ζήτει παρὰ θεῶν. τότε σου εἰσακούουσιν οἱ θεοί, ἡνίκα ἂν μὴ περὶ τῶν ἡδέων, ἀλλὰ περὶ τῶν καλῶν εὔχῃ. καὶ τότε σοι δώσουσι τὰ καλά, ἡνίκα μὴ ἡδονῇ, ἀλλ’ ἀρετῇ χαίρεις.
勿向神求你所欲之物,当向神寻求此点:如何使你免于欲望本身。当你非为享乐之事、而为美好之事祈祷时,神明才会听允你。且当你非因快乐、而因美德喜悦之时,神明方会将美好赐予你。
Μέμνησο παρὰ τῶν μεγάλων αἰτεῖν τὰ μεγάλα· μικρὰ γὰρ οὐκ ἂν δοῖεν. οὐδὲν θεοῦ μεῖζον καὶ ὑψηλότερον· εὐχόμενος τοιγαροῦν θεοῖς αἴτει τὰ θεῖα, ὧν οὐδὲν σάρκινον καὶ γήινον ψαύει πάθος.
切记当向伟大者求伟大之事;因为他们不会给予微小之事。无物比神更伟大、更高尚;故此,向神祈祷时,当求神圣之事,此等事非任何属肉体与属尘世的激情所能触及。
Ἐπικτήτου. Ὥσπερ μέλιτταν οὐ διὰ τὸ κέντρον μισεῖς, ἀλλὰ διὰ τὸν καρπὸν τημελεῖς, οὕτω καὶ φίλον μὴ δι’ ἐπίπληξιν ἀποστραφῇς, ἀλλὰ διὰ τὴν εὔνοιαν ἀγάπα.
爱比克泰德。正如你不会因刺而厌恶蜜蜂,反而因其成果而照料它,同样,亦勿因责备而背弃朋友,反当因其善意而爱之。
Ἐοίκασιν οἱ κόλακες κηφῆσι· καὶ γὰρ ἀργοὶ καὶ ἄκεντροι καὶ τοὺς ἀλλοτρίους ἀναλίσκοντες καμάτους. οἱ φθονεροὶ σφηξί· καὶ γὰρ πληκτικοὶ καὶ ἄποροι καὶ ἀμετάδοτοι καὶ ἄχρ⟨ε⟩ιοι. οἱ χρηστοὶ μελίτταις· καὶ γὰρ φιλόπονοι καὶ αὐτουργοὶ καὶ οἰκονομικοὶ καὶ εὔποροι καὶ πρᾷοι καὶ ἐπιπληκτικοὶ καὶ κοινωνικοί. ὥστ’, εἰ βούλει φίλος ὑπάρχων μετὰ πολλῶν διάγειν φίλων, μιμοῦ τὴν μέλιτταν· καθαρὸν ἔστω σοι τὸ σμῆνος κηφήνων καὶ σφηκῶν.
谄媚者好比雄蜂;因为他们既懒惰又无刺,且消耗他人的劳动成果。嫉妒者好比黄蜂;因为他们好刺人、贫瘠、不愿分享且无用。善良者好比蜜蜂;因为他们勤劳、亲力亲为、善于理家、富足、温和、会责备且合群。因此,若你想作为朋友与许多朋友共处,当效法蜜蜂;愿你的蜂巢里没有雄蜂与黄蜂,保持清洁。
Τοὺς εἰς φιλίαν σοι καθιέντας3 δοκίμαζε μὴ ἐξ ὧν σοι δωροῦνται, ἀλλ’ ἐξ ὧν ἑαυτοῖς μνῶνται καὶ χαρίζονται καὶ κατεπηγγείλαντο καὶ διέθεσαν.
考验那些与你结交友谊的人,不要根据他们赠送给你什么,而要根据他们为自己争取、施予、承诺和安排了什么。
Οὐ τὰ χρήματα φίλοι, ἀλλ’ ὁ φίλος χρήματα. καὶ χρήματα μὲν φιλίαν οὐδέποτ’ ἂν ἐργάσαιντο, ὥσπερ οὐδὲ γῆ θεόν·4 φιλία δὲ χρήματα καὶ ἄλλως ἂν κτήσαιτο, καθάπερ θεὸς γῆν.
非钱财是朋友,乃朋友是钱财。钱财绝不能创造友谊,正如土地不能创造神;但友谊亦能通过其他方式获得钱财,正如神获得土地一般。
- 1τῶν κακοδαιμόνων
属格 τῶν κακοδαιμόνων 与 εὐδαιμόνων 是所有属格或特征属格(表示“属于……”、“是……的特征”),后者带有形容词 ἴδιον(特有的)。这明确了对比:“富有也属于不幸者,而智慧则唯独是幸福者的特征”。
- 3ὧν ἐπιθυμεῖς ταῦτα
关系代名词 ὧν 原本应为宾格(ἃ)以对应主句的指示代词 ταῦτα(宾格),但受从句中支配属格的动词 ἐπιθυμέω(渴望)的影响,同化为了属格 ὧν。
- 7Τοὺς εἰς φιλίαν σοι καθιέντας
分词 καθιέντας(动词 καθίημι 的现在时能动分词宾格复数阳性)用作主句命令式动词 δοκίμαζε 的直接宾语。此处作不及物或反身性使用,意为“投身于”、“进入”,与与格 σοι 结合,表示“与你结交友谊的人”。
- 8ὥσπερ οὐδὲ γῆ θεόν
此句为省略句,需补出前句的动词:ὥσπερ οὐδὲ γῆ θεόν [ἂν ἐργάσαιτο]。其中 γῆ(主格)为主语,θεόν(宾格)为宾语,意为“正如土地不能创造神”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
