← 爱比克泰德

手册

§51.1-51.3

戒除拖延与即刻践行理性的生活

作者严厉告诫读者不可再拖延自我修正与践行理性的时机,而应如同投身奥林匹亚赛局般即刻以成熟进取者的姿态生活,并以苏格拉底为榜样追求德性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§51.1

εἰς ποῖον ἔτι χρόνον ἀναβάλλῃ τὸ τῶν βελτίστων ἀξιοῦν σεαυτὸν καὶ ἐν μηδενὶ παραβαίνειν τὸν διαιροῦντα λόγον;1 παρείληφας τὰ θεωρήματα, οἷς ἔδει σε συμβάλλειν, καὶ συμβέβληκας. ποῖον οὖν ἔτι διδάσκαλον προσδοκᾷς, ἵνα εἰς ἐκεῖνον ὑπερθῇ τὴν ἐπανόρθωσιν ποιῆσαι τὴν σεαυτοῦ; οὐκ ἔτι εἶ μειράκιον, ἀλλὰ ἀνὴρ ἤδη τέλειος. ἂν νῦν ἀμελήσῃς καὶ ῥᾳθυμήσῃς καὶ ἀεὶ προθέσεις ἐκ προθέσεως ποιῇ καὶ ἡμέρας ἄλλας ἐπʼ ἄλλαις ὁρίζῃς, μεθʼ ἃς προσέξεις σεαυτῷ, λήσεις σεαυτὸν οὐ προκόψας,2 ἀλλʼ ἰδιώτης διατελέσεις καὶ ζῶν καὶ ἀποθνῄσκων.

你究竟还要推迟到什么时候,才认为自己配得上最好的事物,并且绝不在任何事上违背明辨的理性呢?你已经领受了你应当赞同的学说,并且已经予以赞同。那么,你还在等待什么样的导师,以便把自己的改善推迟到他身上呢?你已不再是少年,而是已然成年的人了。如果你现在疏忽懈怠,屡屡立下决心却又一拖再拖,把关注自己的日子定了一天又一天,你就会在不知不觉中毫无长进,无论是活着还是死去,都终将只是个凡俗之辈。

§51.2

ἤδη οὖν ἀξίωσον σεαυτὸν βιοῦν ὡς τέλειον καὶ προκόπτοντα· καὶ πᾶν τὸ βέλτιστον φαινόμενον ἔστω σοι νόμος ἀπαράβατος. κἂν ἐπίπονόν τι ἢ ἡδὺ ἢ ἔνδοξον ἢ ἄδοξον προσάγηται, μέμνησο, ὅτι νῦν ὁ ἀγὼν καὶ ἤδη πάρεστι τὰ Ὀλύμπια καὶ οὐκ ἔστιν ἀναβάλλεσθαι οὐκέτι καὶ ὅτι παρὰ μίαν ἡμέραν καὶ ἓν πρᾶγμα3 καὶ ἀπόλλυται προκοπὴ καὶ σῴζεται.

因此,从现在起就要把自己视作配得上以成熟之人与进取之人的方式生活;凡显得最为崇高的,都要成为你不可逾越的法则。无论呈现于你面前的是痛苦的事、快乐的事、荣耀的事还是可耻的事,你都要铭记:赛局正在此时,奥林匹亚竞技已经开场,决不能再行拖延,而且进德修身或失或保,全系于这短短一日和这区区一事。

§51.3

Σωκράτης οὕτως ἀπετελέσθη, ἐπὶ πάντων τῶν προσαγομένων αὐτῷ μηδενὶ ἄλλῳ προσέχων ἢ τῷ λόγῳ. σὺ δὲ εἰ καὶ μήπω εἶ Σωκράτης, ὡς Σωκράτης γε εἶναι βουλόμενος ὀφείλεις βιοῦν.

苏格拉底正是如此成就自我的,他在临到自身的一切事上,除了理性之外不顾及任何事物。而你,纵然还不是苏格拉底,也应当作为一个至少立志成为苏格拉底的人去生活。

语法注3 条
  1. 51.1τὸ τῶν βελτίστων ἀξιοῦν σεαυτὸν καὶ ἐν μηδενὶ παραβαίνειν τὸν διαιροῦντα λόγον

    中性单数冠词 τὸ 引出由 καὶ 连接的两个不定式短语(ἀξιοῦν σεαυτόν 与 παραβαίνειν),共同作动词 ἀναβάλλῃ 的直接宾语。在 τὸν διαιροῦντα λόγον 中,现在分词 διαιροῦντα 作定语修饰 λόγον,指具有辨别、区分(善恶与轻重)能力的理性。

  2. 51.1λήσεις σεαυτὸν οὐ προκόψας

    此句为 λανθάνω 搭配宾格反身代词(σεαυτόν)及补充性分词(οὐ προκόψας)的固定句型,字面义为“你在不为自己觉察的情况下未曾进步”,即“在不知不觉中毫无长进”。否定词 οὐ 直接否定分词 προκόψας。

  3. 51.2παρὰ μίαν ἡμέραν καὶ ἓν πρᾶγμα

    介词 παρά 接宾格在此表示依赖关系或决定性原因(“取决于”、“全系于”)。与后文的 καὶ ἀπόλλυται ... καὶ σῴζεται 呼应,表明进德修身的失与得均取决于区区一日和一件事情。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg002.humanitext-grc2:51.1-51.3