← 爱比克泰德

手册

§49.1

戒夸耀解经与践行教义

他驳斥了仅因能解读书解克律西波斯的晦涩著作而自傲的态度,指出这充其量只是个文法学家,真正值得自豪的在于践行教义并使言行相符。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§49.1

ὅταν τις ἐπὶ τῷ νοεῖν καὶ ἐξηγεῖσθαι δύνασθαι τὰ Χρυσίππου βιβλία σεμνύνηται, λέγε αὐτὸς πρὸς ἑαυτὸν ὅτι εἰ μὴ Χρύσιππος ἀσαφῶς ἐγεγράφει, οὐδὲν ἂν εἶχεν οὗτος, ἐφʼ ᾧ ἐσεμνύνετο.1 ἐγὼ δὲ τί βούλομαι; καταμαθεῖν τὴν φύσιν καὶ ταύτῃ ἕπεσθαι. ζητῶ οὖν, τίς ἐστιν ὁ ἐξηγούμενος· καὶ ἀκούσας, ὅτι Χρύσιππος, ἔρχομαι πρὸς αὐτόν. ἀλλʼ οὐ νοῶ τὰ γεγραμμένα· ζητῶ οὖν τὸν ἐξηγούμενον. καὶ μέχρι τούτων οὔπω σεμνὸν οὐδέν. ὅταν δὲ εὕρω τὸν ἐξηγούμενον, ἀπολείπεται χρῆσθαι τοῖς παρηγγελμένοις· τοῦτο αὐτὸ μόνον σεμνόν ἐστιν. ἂν δὲ αὐτὸ τοῦτο τὸ ἐξηγεῖσθαι θαυμάσω, τί ἄλλο ἢ γραμματικὸς ἀπετελέσθην2 ἀντὶ φιλοσόφου; πλήν γε δὴ ὅτι ἀντὶ Ὁμήρου Χρύσιππον ἐξηγούμενος.3 μᾶλλον οὖν, ὅταν τις εἴπῃ μοι ἐπανάγνωθί μοι Χρύσιππον, ἐρυθριῶ, ὅταν μὴ δύνωμαι ὅμοια τὰ ἔργα καὶ σύμφωνα ἐπιδεικνύειν τοῖς λόγοις.

每当有人因能够理解并阐释克律西波斯的著作而自夸时,你要对自己说: “如果克律西波斯没有写得晦涩难懂,这个人就不会有任何可以自夸的东西了。” 而我想要的是什么?是领会自然并顺从自然。因此我探求:谁是阐释者?听说克律西波斯是,我便去找他。但我理解不了所写的内容;因此我去寻找能阐释的人。到了这一步,还没有任何值得自豪之处。但当我找到了阐释者,剩下的事情便是去践行所教导的规诫;唯有这本身是值得自豪的。可是如果我单单赞叹阐释这件事情本身,我除了变成一个文法学家而非哲学家,又算是什么呢?无非是我阐释的是克律西波斯而非荷马罢了。所以更确切地说,每当有人对我说: “为我朗读一下克律西波斯吧,”当我不能展示出与言辞相称且一致的行为时,我便会面红耳赤。

语法注3 条
  1. 49.1ἐφʼ ᾧ ἐσεμνύνετο

    介词 ἐπί 与关系代名词 ᾧ 构成的短语修饰先行词 οὐδέν。未完成过去直陈语气 ἐσεμνύνετο 与反事实假设句的主句 οὐδὲν ἂν εἶχεν 相呼应,表示与事实相反的持续状态。

  2. 49.1ἀπετελέσθην

    被动态第一人称单数直陈语气不定过去时,用作条件从句 ἂν ... θαυμάσω 的主句谓语。此处作为格言式(或即刻性)不定过去时,强调一旦条件成立则结果必然且立即产生。

  3. 49.1πλήν γε δὴ ὅτι ἀντὶ Ὁμήρου Χρύσιππον ἐξηγούμενος

    连词短语 πλήν γε δὴ ὅτι(除了……之外)后接分词 ἐξηγούμενος 的省略句。系动词 εἰμί 被省略,承接前文补充说明该文法学家的性质:“无非是我在阐释克律西波斯而非荷马罢了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg002.humanitext-grc2:49.1