← 爱比克泰德

手册

§46.1-46.2

勿自称哲学家与内化原则付诸行动

告诫人不要自封为哲学家或向外行人高谈学理,而应效法苏格拉底摒弃炫耀,在消化原则后以内化了的行动表现出来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§46.1

μηδαμοῦ σεαυτὸν εἴπῃς φιλόσοφον μηδὲ λάλει τὸ πολὺ ἐν ἰδιώταις περὶ τῶν θεωρημάτων, ἀλλὰ ποίει τὸ ἀπὸ τῶν θεωρημάτων·1 οἷον ἐν συμποσίῳ μὴ λέγε, πῶς δεῖ ἐσθίειν, ἀλλʼ ἔσθιε, ὡς δεῖ. μέμνησο γάρ, ὅτι οὕτως ἀφῃρήκει πανταχόθεν Σωκράτης τὸ ἐπιδεικτικόν, ὥστε ἤρχοντο πρὸς αὐτὸν βουλόμενοι φιλοσόφοις ὑπʼ αὐτοῦ συσταθῆναι, κἀκεῖνος ἀπῆγεν αὐτούς.

绝不要称自己为哲学家,也不要在外行人中间大谈各种学理原则,而是要去践行出自这些原则的事;例如在宴席上,不要去谈论应当如何进食,而要以应当的方式进食。因为要记住,苏格拉底是从各方面如此彻底地摒弃了炫耀之心,以至于当有人来到他面前,希望由他引见给哲学家时,他便亲自把他们领了去。

§46.2

οὕτως ἠνείχετο παρορώμενος.2 κἂν περὶ θεωρήματός τινος ἐν ἰδιώταις ἐμπίπτῃ λόγος, σιώπα τὸ πολύ· μέγας γὰρ ὁ κίνδυνος εὐθὺς ἐξεμέσαι, ὃ οὐκ ἔπεψας. καὶ ὅταν εἴπῃ σοί τις, ὅτι οὐδὲν οἶσθα, καὶ σὺ μὴ δηχθῇς, τότε ἴσθι, ὅτι ἄρχῃ τοῦ ἔργου. ἐπεὶ καὶ τὰ πρόβατα οὐ χόρτον φέροντα τοῖς ποιμέσιν ἐπιδεικνύει πόσον, ἔφαγεν, ἀλλὰ τὴν νομὴν ἔσω πέψαντα ἔρια ἔξω φέρει καὶ γάλα· καὶ σὺ τοίνυν μὴ τὰ θεωρήματα τοῖς ἰδιώταις ἐπιδείκνυε, ἀλλʼ ἀπʼ αὐτῶν πεφθέντων τὰ ἔργα.3

他就这样甘于被人忽视。若是在外行人中间出现了关于某种学理原则的讨论,大体上要保持沉默;因为立刻呕吐出你尚未消化的东西,其危险甚大。当有人对你说你一无所知,而你并不因此感到刺痛时,那时你要知道自己正在开始这项事业。因为绵羊也不是把饲草叼来给牧人看自己吃了多少,而是在体内把饲草消化之后,在体外产出羊毛和奶。因此,你也不要向外行人炫耀学理原则,而要展现出这些原则在被消化后所生发出的行动。

语法注3 条
  1. 46.1τὸ ἀπὸ τῶν θεωρημάτων

    中性单数定冠词宾格 τὸ 与介词短语 ἀπὸ τῶν θεωρημάτων 结合实现名词化,充当祈使动词 ποίει 的直接宾语,指“由理论原则所生发出的行为或结果”,与仅仅空谈理论相对立。

  2. 46.2οὕτως ἠνείχετο παρορώμενος

    动词 ἀνέχομαι(未完成过去时 ἠνείχετο,意为“忍受、容忍”)带主格阳性单数补充现在分词 παρορώμενος(被动态),构成“他甘愿忍受被忽视/被轻视”的结构,指苏格拉底不求以导师自居,甘愿仅仅充当引荐给其他哲学家的中间人。

  3. 46.2ἀπʼ αὐτῶν πεφθέντων τὰ ἔργα

    承接前句的 μὴ τὰ θεωρήματα τοῖς ἰδιώταις ἐπιδείκνυε,此处省略了祈使动词 ἐπιδείκνυε,以 τὰ ἔργα 为其直接宾语。介词短语 ἀπʼ αὐτῶν πεφθέντων 由介词 ἀπό 统辖属格代词与不定过去被动分词(“从被消化的它们之中”),意为“展示出那些原则被消化后所产生的行动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg002.humanitext-grc2:46.1-46.2