← 爱比克泰德

手册

§29.1-29.7

行事前深思前后代价与全心投入的必要

论述了做任何事情都必须先考察其前因后果与必然伴随的艰难;以奥林匹亚竞技者和哲学家为例,指出若不做好承担严格纪律与代价的准备,就会像小孩子玩游戏一样朝三暮四、一事无成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ἑκάστου ἔργου σκόπει τὰ καθηγούμενα καὶ τὰ ἀκόλουθα αὐτοῦ καὶ οὕτως ἔρχου ἐπʼ αὐτό. εἰ δὲ μή, τὴν μὲν πρώτην1 προθύμως ἥξεις ἅτε μηδὲν τῶν ἑξῆς ἐντεθυμημένος, ὕστερον δὲ ἀναφανέντων δυσχερῶν τινων αἰσχρῶς ἀποστήσῃ. θέλεις Ὀλύμπια νικῆσαι;

对于每一件事,都要考察其前因后果,然后才去付诸行动。否则,起初你会满腔热情地着手,因为对后续的步骤全无思量;可到了后来,某些困难显露出来时,你便会可耻地退缩。你想在奥林匹亚获胜吗?

§29.2

κἀγώ, νὴ τοὺς θεούς· κομψὸν γάρ ἐστιν. ἀλλὰ σκόπει τὰ καθηγούμενα καὶ τὰ ἀκόλουθα καὶ οὕτως ἅπτου τοῦ ἔργου. δεῖ σʼ εὐτακτεῖν, ἀναγκοτροφεῖν, ἀπέχεσθαι πεμμάτων, γυμνάζεσθαι πρὸς ἀνάγκην, ἐν ὥρᾳ τεταγμένῃ, ἐν καύματι, ἐν ψύχει, μὴ ψυχρὸν πίνειν, μὴ οἶνον, ὡς ἔτυχεν, ἁπλῶς ὡς ἰατρῷ παραδεδωκέναι σεαυτὸν τῷ ἐπιστάτῃ, εἶτα ἐν τῷ ἀγῶνι παρορύσσεσθαι,2 ἔστι δὲ ὅτε χεῖρα ἐκβαλεῖν, σφυρὸν στρέψαι, πολλὴν ἁφὴν καταπιεῖν, ἔσθʼ ὅτε μαστιγωθῆναι καὶ μετὰ τούτων πάντων νικηθῆναι.

凭诸神起誓,我也想;因为那是极其体面的事。然而,请考察其前因后果,然后才着手这项事业。你必须遵守规矩,强制饮食,戒绝点心,被迫进行锻炼,在指定的时间,在严寒酷暑中,不能喝冷水,不能随意饮酒,简言之,必须把自己交托给教练,就像交托给医生一样;接着在比赛中被抛进土坑,有时会使手臂脱臼,扭伤脚踝,咽下许多泥尘,有时还会挨鞭子,并且在经受了这所有的一切之后,依然可能落败。

§29.3

ταῦτα ἐπισκεψάμενος, ἂν ἔτι θέλῃς, ἔρχου ἐπὶ τὸ ἀθλεῖν. εἰ δὲ μή, ὡς τὰ παιδία ἀναστραφήσῃ, ἃ νῦν μὲν παλαιστὰς παίζει, νῦν δὲ μονομάχους, νῦν δὲ σαλπίζει, εἶτα τραγῳδεῖ· οὕτω καὶ σὺ νῦν μὲν ἀθλητής, νῦν δὲ μονομάχος, εἶτα ῥήτωρ, εἶτα φιλόσοφος, ὅλῃ δὲ τῇ ψυχῇ οὐδέν· ἀλλʼ ὡς πίθηκος πᾶσαν θέαν, ἣν ἂν ἴδῃς, μιμῇ καὶ ἄλλο ἐξ ἄλλου σοι ἀρέσκει. οὐ γὰρ μετὰ σκέψεως ἦλθες ἐπί τι οὐδὲ περιοδεύσας, ἀλλʼ εἰκῇ καὶ κατὰ ψυχρὰν ἐπιθυμίαν.

在考察了这些之后,如果你仍旧愿意,再去从事竞技吧。否则,你就会像小孩子那样行事,他们一会儿扮演摔跤手,一会儿扮演角斗士,一会儿吹号角,接着又去演悲剧;你也是这样,一会儿是竞技者,一会儿是角斗士,接着是修辞学家,接着又是哲学家,可是在整个心灵上却一事无成;而是像猴子一样,模仿你所见到的每一个景象,一件又一件不同的事物轮番让你欢喜。因为你走向任何事情都不是经过审慎考虑,也不是经过周全审察,而是随随便便,出于冷淡的冲动。

§29.4

οὕτω θεασάμενοί τινες φιλόσοφον καὶ ἀκούσαντες οὕτω τινὸς λέγοντος, ὡς Εὐφράτης λέγει (καίτοι τίς οὕτω δύναται εἰπεῖν, ὡς ἐκεῖνος;

就这样,有些人看到了一个哲学家,听到有人像欧弗拉特斯那样讲论(然而谁又能讲得像他那样呢?)

§29.5

), θέλουσι καὶ αὐτοὶ φιλοσοφεῖν. ἄνθρωπε, πρῶτον ἐπίσκεψαι, ὁποῖόν ἐστι τὸ πρᾶγμα· εἶτα καὶ τὴν σεαυτοῦ φύσιν κατάμαθε, εἰ δύνασαι βαστάσαι. πένταθλος εἶναι βούλει ἢ παλαιστής; ἴδε σεαυτοῦ τοὺς βραχίονας, τοὺς μηρούς, τὴν ὀσφὺν κατάμαθε.

,他们自己便也想要从事哲学。人啊,首先考察一下这是怎样的一件事;接着彻底了解你自己的天性,看你是否能够承担。你想做五项全能运动员还是摔跤手?看看你自己的双臂、大腿,审察你的腰部。

§29.6

ἄλλος γὰρ πρὸς ἄλλο πέφυκε. δοκεῖς, ὅτι ταῦτα ποιῶν ὡσαύτως δύνασαι ἐσθίειν, ὡσαύτως πίνειν, ὁμοίως ὀρέγεσθαι, ὁμοίως δυσαρεστεῖν; ἀγρυπνῆσαι δεῖ, πονῆσαι, ἀπὸ τῶν οἰκείων ἀπελθεῖν, ὑπὸ παιδαρίου καταφρονηθῆναι, ὑπὸ τῶν ἀπαντώντων καταγελασθῆναι, ἐν παντὶ ἧττον ἔχειν, ἐν τιμῇ, ἐν ἀρχῇ, ἐν δίκῃ, ἐν πραγματίῳ παντί.

因为每个人生来所适宜的事物各有不同。你以为做着这些事情的同时,还能照样吃,照样喝,照样贪恋欲望,照样发怨言吗?你必须熬夜,受劳苦,离开家人,被童仆轻视,被相遇的人嘲笑,在一切事上居于劣势,在荣誉上、在官职上、在诉讼上、在一切琐碎事务上都是如此。

§29.7

ταῦτα ἐπίσκεψαι. εἰ θέλεις ἀντικαταλλάξασθαι τούτων ἀπάθειαν,3 ἐλευθερίαν, ἀταραξίαν· εἰ δὲ μή, μὴ προσάγαγε.4 μὴ ὡς τὰ παιδία νῦν φιλόσοφος, ὕστερον δὲ τελώνης, εἶτα ῥήτωρ, εἶτα ἐπίτροπος Καίσαρος. ταῦτα οὐ συμφωνεῖ. ἕνα σε δεῖ ἄνθρωπον ἢ ἀγαθὸν ἢ κακὸν εἶναι· ἢ τὸ ἡγεμονικόν σε δεῖ ἐξεργάζεσθαι τὸ σαυτοῦ ἢ τὸ ἐκτὸς ἢ περὶ τὰ ἔσω φιλοτεχνεῖν ἢ περὶ τὰ ἔξω· τοῦτʼ ἔστιν ἢ φιλοσόφου τάξιν ἐπέχειν ἢ ἰδιώτου.

请考察这些:看你是否愿意用这些来换取无情欲的平静、自由与宁静;否则,就不要涉足。不要像孩子们那样,现在是哲学家,以后是税吏,接着是修辞学家,接着又是皇帝的代理人。这些是无法协调的。你必须做一个专一的人,或善或恶;你必须要么修养你自己的主导理性,要么致力于外在事物;要么对内精益求精,要么对外苦心经营;也就是说,要么坚守哲学家的阵位,要么坚守常人的阵位。

语法注4 条
  1. 29.1τὴν μὲν πρώτην

    宾格作状语(习惯性省略了如 ὁδόν 等名词),意为“起初”、“一开始”。与后文的 ὕστερον δέ(“但后来”)形成呼应。

  2. 29.2παρορύσσεσθαι

    被动语态不定式,指在古希腊摔跤场(σκάμμα)被推入沙坑或沾满泥土。该词从属于由 δεῖ σʼ 引出的一系列不定式(εὐτακτεῖν, ἀναγκοτροφεῖν...),标志着从训练守则转向比赛现场(ἐν τῷ ἀγῶνι)的残酷考验。

  3. 29.7ἀντικαταλλάξασθαι τούτων ἀπάθειαν

    中动语态动词 ἀντικαταλλάσσομαι(以……换取……)支配所获取之物的宾格(ἀπάθειαν, ἐλευθερίαν, ἀταραξίαν)以及所付出代价的属格(τούτων,指前文列举的种种辛劳与屈辱)。

  4. 29.7εἰ δὲ μή, μὴ προσάγαγε

    在否定条件固定短语 εἰ δὲ μή(“否则”)之后,προσάγαγε 是动词 προσάγω 的不定过去时主动命令式,在此省略宾语,作不及物或反身意义使用,意为“不要接近”、“不要涉足”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0557.tlg002.humanitext-grc2:29.1-29.7