← 阿斯克列庇欧多图斯 (哲学家)

战术学

§71-76

骑兵连队形分类与菱形阵编成

本段论述了骑兵的战术功用,以及正方形、长方形、冲角形(楔形)与菱形等骑兵连队形之特性与发明者,并详细阐述了兼顾排与列的六十一人菱形阵的具体编成方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§71

οἱ δέ γε ἱππεῖς, ὥσπερ καὶ οἱ ψιλοί, πρὸς τὰς παρακολουθούσας χρείας τὴν τάξιν λαμβάνουσιν, καὶ μάλιστα αὐτῶν οἱ ἀκροβολισταί· οὗτοι γὰρ οἱ ἐπιτηδειότατοι πρὸς τὸ κατάρξαι τραυμάτων καὶ ἐκκαλέσασθαι πρὸς μάχην καὶ τὰς τάξεις διαλῦσαι καὶ ἵππον ἀνακρούσασθαι καὶ τόπους ἀμείνους προκαταλαβεῖν καὶ τοὺς προκατειλημμένους ἀναλαβεῖν καὶ τοὺς ὑπόπτους ἐρευνῆσαι καὶ ἐνέδρας παρασκευάσαι καὶ τὸ ὅλον προαγωνίσασθαί τε καὶ συναγωνίσασθαι· πολλὰ γὰρ διʼ ὀξύτητα καὶ μεγάλα κατεργάζονται περὶ τὰς μάχας.

骑兵亦如轻装兵一样,根据实际出现的战术需求采取阵形,其中尤以他们的散兵骑兵为甚。因为这些部队最适合用于首开创伤、诱敌交锋、冲乱敌阵、击退敌骑、预先抢占有利地形、收复已被敌占据之地、侦察可疑之处、设下伏兵,总之最适宜进行前哨战以及协同主力作战;由于机敏迅捷,他们在战斗中能立下诸多巨大战功。

§72

τὰς δὲ τάξεις αὐτῶν κατὰ σχῆμα οἱ μὲν τετράγωνον πεποίηνται, οἱ δὲ ἑτερόμηκες, ἄλλοι δὲ ῥομβοειδές, καὶ ἕτεροι σφηνοειδὲς ἤτοι ἐμβολοειδές. κοινῶς δὲ ἅπαντες εἴλην καλοῦσι τὸ σύστημα τοῦ σχήματος. τῇ μὲν οὖν ῥομβοειδεῖ τῶν εἰλῶν δοκοῦσι Θετταλοὶ κεχρῆσθαι πρῶτοι ἐν ἱππικῇ πολὺ δυνηθέντες, πρός τε τὰς ἀποστροφὰς καὶ τὰς ἐπιστροφὰς τῶν ἵππων, ὅπως μὴ συνταράττοιντο πρὸς πάσας τὰς πλευρὰς στρέφεσθαι δυνάμενοι· τοὺς γὰρ ἀρίστους τῶν ἱππέων κατὰ τὰς πλευρὰς ἔταττον, πάλιν τοὺς ἐξέχοντας ἀρετῇ κατὰ τὰς γωνίας· ἐκάλουν δὲ τὸν μὲν κατὰ τὴν πρόσω γωνίαν ἰλάρχην, τὸν δὲ κατὰ τὴν ὀπίσω οὐραγόν, τοὺς δὲ κατὰ τὴν δεξιὰν καὶ λαιὰν πλαγιοφύλακες.

按其阵势外形而言,有人将其列为正方形,有人列为长方形,另有人列为菱形,还有人列为楔形即冲角形。然而所有人统称此类形状的组合编制为骑兵连。在骑术上实力极强的色萨利人,似乎最早在骑兵连中采用了菱形,这既是为了战马的折返,也是为了其回旋,使他们能够转向四面各翼而不致混乱。因为他们将骑兵中的精锐配置在各侧翼,又将勇力过人者配置在各角;他们将前角之人称为连长,后角之人称为殿后官,左右两角之人则称为护翼官。

§73

τὰς δʼ ἐμβολοειδεῖς Σκύθας ἐξευρεῖν καὶ Θρᾷκας λέγεται, ὕστερον δὲ χρήσασθαι καὶ Μακεδόνας ταύταις, ὡς εὐχρηστοτέραις τῶν τετραγώνων· τὸ γὰρ μέτωπον τῶν ἐμβόλων βραχὺ γινόμενον ὥσπερ κἀπὶ τῶν ῥομβοειδῶν, ὧνπερ ἥμισύ ἐστι τὸ ἐμβολοειδές, ῥᾴστην ἐποίει τὴν διίππευσιν, μετὰ τοῦ καὶ τοὺς ἡγεμόνας προβεβλῆσθαι τῶν ἄλλων·1 καὶ τὰς ἀναστροφὰς εὐμαρεστέρας τῶν τετραγώνων ἐπὶ τούτων γίνεσθαι, πρὸς ἕνα τὸν ἰλάρχην ἀποβλεπόντων ἁπάντων,2 ὡς καὶ ἐπὶ τῆς τῶν γεράνων πτήσεως γίνεται.

据说冲角形阵是由斯基泰人和色雷斯人发明的,后来马其顿人亦因其比正方形阵更切合实用而采用了它。因为冲角的前锋面狭窄,如同菱形阵一样——冲角形阵实为菱形阵的一半——再加上将领们突出于众人之前,使得穿透敌阵极为轻而易举;而且在这些阵形中,回转比在正方形阵中更为便利,因为所有人皆注视着连长一人,宛如鹤群飞翔时的情景一般。

§74

ταῖς δὲ τετραγώνοις Πέρσαι τε καὶ Σικελοὶ καὶ Ἕλληνες ἐχρῶντο διὰ τὸ ἐν τούτοις δύνασθαι ζυγεῖν τε ἅμα καὶ στοιχεῖν τὰς εἴλας. πλὴν Ἕλληνες ἑτερομήκει τῷ πλήθει τὴν εἴλην ἐναλλάττοντες τῇ ὄψει τὸ σχῆμα τετράγωνον ἀπεδίδοσαν. δέκα γὰρ ἕξ κατὰ μῆκος, ὀκτὼ δὲ κατὰ βάθος ἄνδρας ἔταττον, ἀλλʼ ἐν διπλασίοις διαστήμασι διὰ τὰ τῶν ἵππων μεγέθη. ἔνιοι δὲ τριπλάσιον τὸ μῆκος τοῦ βάθους κατʼ ἀριθμὸν ποιήσαντες τριπλάσιον διάστημα κατὰ βάθος ἀπέδοσαν, ὥστʼ εἶναι πάλιν τὸ σχῆμα τετράγωνον, ὀρθότερον οὗτοι διανοηθέντες, οἶμαι· οὐδὲ γὰρ τὸ ἱππικὸν βάθος τῷ πεζῷ τὴν αὐτὴν ὠφελίαν παρέχει προσερεῖδόν τε καὶ συνέχον τὴν εἴλην, ἀλλὰ γὰρ καὶ βλάβην ἐμποιεῖν οἶδε πλείω τῶν πολεμίων·3 ἐπιβάλλοντες γὰρ ἀλλήλοις ἐκταράττουσι τοὺς ἵππους, ὅθεν τετραγώνου μὲν ὄντος τοῦ ἀριθμοῦ δεήσει τὸ σχῆμα ποιεῖν ἑτερόμηκες, ἑτερομήκους δὲ ὄντος, ἐὰν δέῃ ποιεῖν τετράγωνον, τριῶν ἢ τεττάρων ἱπποτῶν εἶναι δεήσει τὸ βάθος καὶ πρὸς τοῦτό γε τὸ μῆκος ἐξισοῦσθαι.

正方形阵则为波斯人、西西里人和希腊人所采用,因为在此阵中骑兵连能够同时做到横成排、纵成列。不过希腊人通过在人数上改变为长方形,而在视觉上使阵形呈现为正方形。因为他们在正面排布十六人,纵深排布八人,但由于马匹体型之故,取双倍间距。亦有人在人数上使正面宽度为纵深的三倍,并在纵深赋予三倍的间距,从而使其外形再次成为正方形;我认为这些人考虑得更为正确。因为骑兵的纵深并不像步兵那样能提供挤压支撑并维持骑兵连的同等效用,反而往往比敌人造成更大的危害;因为他们彼此碰撞挤压,使战马陷入惊乱。因此,若人数为平方数,便须将外形做成长方形;若人数为长方形,而必须使其外形成为正方形,纵深便须为三或四名骑兵,正面宽度则须与此相平衡。

§75

πλὴν ἔδοξε τὸ ῥομβοειδὲς ἀναγκαιότερον εἶναι πρὸς τὰς μεταγωγὰς διὰ τὴν πρὸς ἡγεμόνα νεῦσιν, καὶ διʼ ὅτι ὁμοίως τῷ τετραγώνῳ καὶ ζυγεῖν δύναται καὶ στοιχεῖν, ὅθεν οἱ μὲν οὕτως αὐτὸ συνέταξαν, ὥστε φροντίσαι τοῦ συναμφοτέρου, ὅπως ἂν καὶ ζυγῇ καὶ στοιχῇ, οἱ δὲ οὔτε τοῦ ζυγεῖν οὔτε τοῦ στοιχεῖν ἐφρόντισαν, ἔνιοι δὲ τοῦ ζυγεῖν, οὐ μέντοι τοῦ στοιχεῖν, ἔνιοι δὲ ἀνάπαλιν.

然而,由于全员朝向将领聚焦之便,菱形被认为对于阵形变换更为必不可少,且与正方形相似,它既能横成排亦能纵成列。因此,有人如此编排,以求两者兼顾,使其既能成排亦能成列;有人则横排纵列皆不顾及;有人顾及横排而不顾纵列;亦有人反之。

§76

τοῖς μέντοι ζυγεῖν ἅμα καὶ στοιχεῖν αὐτὸ προελομένοις4 τέτακται τὸ μέγιστον ζυγὸν κατὰ μέσον ἐκ περιττοῦ ἀριθμοῦ οἷον δέκα καὶ ἑνάς, οἷόν ἐστι τὸ ἐκ τῶν α α ἐν τῇ ὑποκειμένῃ διαγραφῇ· εἶτʼ ἐφʼ ἑκάτερα τοῦδε δύο ζυγὰ δυάδι αὐτοῦ λειπόμενα, πρόσω μὲν ὡς τὸ ἐκ τῶν ββ συγκείμενον, ὀπίσω δὲ ὡς τὸ ἐκ τῶν γγ, ὥσθʼ ἕκαστον τῶν β καὶ γ στοιχεῖν ἑκάστῳ τῶν α πλὴν τῶν ἄκρων ᾱ καὶ ᾱ· ἔπειτα ἑξῆς μετὰ μὲν τὸ β ζυγὸν τὸ ἐκ τῶν δδ δυάδι αὐτοῦ λειπόμενον, μετὰ δὲ τὸ γ τὸ ἐκ τῶν εε καὶ τοῦτο δυάδι τοῦ γ λειπόμενον, ὥστε ἕκαστόν τε τῶν δδ ἑκάστῳ τῶν ββ παρὰ τοὺς ἄκρους στοιχεῖν, καὶ ἕκαστον τῶν εε ἑκάστῳ τῶν γγ παρὰ τοὺς ἐσχάτους. ἔσονται δὴ τὰ μὲν κατὰ β καὶ γ ζυγὰ ἀπὸ ἐννέα ἀνδρῶν, τὰ δὲ κατὰ δ καὶ ε ἀπὸ ζ, ὁμοίως δὲ τούτοις τὰ μὲν ἐφʼ ἑκάτερα, οἷον τὸ ἐκ τῶν ζζ καὶ ηη ἔσται ἀπὸ πεντάδος, τὰ δʼ ἔτι ἑξῆς ὡς τὸ ἐκ τῶν θ καὶ τὸ ἐκ τῶν κ ἀπὸ τριάδος. μονάδος δὲ λειπομένης ἔστω ὁ πρόσω κατὰ τὸ λ ἰλάρχης, ὁ δὲ ὄπιθεν καὶ κατὰ τὸ μ οὐραγός· πλαγιοφύλακες δὲ οἱ ἄκροι τοῦ α ζυγοῦ, ὥσθʼ εἶναι τὸ τῆς εἴλης πλῆθος ἀνδρῶν ἑνὸς καὶ ἑξήκοντα. τὸ δὲ ἀπὸ τοῦ ᾱ μέσου ζυγοῦ ἐπὶ τὸν ἰλάρχην τρίγωνον σχῆμα ἔμβολόν τε καὶ σφηνοειδὲς ὀνομάζεται· ὑπογέγραπται δὲ οὕτως·

至于那些选择让其同时横成排且纵成列的人,最大的排由奇数人员排在正中,例如十一人,正如后附图解中由阿尔法字母所组成的排列;随后在此排两侧有两个较其少两人的横排,前方如由贝塔组成的横排,后方如由伽马组成的横排,从而使得除两端的阿尔法外,贝塔和伽马的每名骑兵皆与阿尔法的各人纵向成列;随后依次紧随贝塔排的是由德尔塔组成、少于其两人的排,紧随伽马排的是由艾普西隆组成、同样少于伽马排两人的排,从而使德尔塔各人与贝塔各人(除两端外)纵向成列,艾普西隆各人与伽马各人(除最外侧端外)纵向成列。如此,贝塔和伽马排将各有九人,德尔塔和艾普西隆排各有七人;与此类似,排在两侧的如泽塔排和伊塔排各有五人,更往后的如西塔排和卡帕排各有三人。最后剩下一人,前方位于拉姆达处者为连长,后方位于缪处者为殿后官;阿尔法排的两端为护翼官,从而使骑兵连的总人数达到六十一人。从中央阿尔法排至连长所形成的三角形形状,被称为冲角形亦称楔形;其图解如下:

语法注4 条
  1. 73μετὰ τοῦ καὶ τοὺς ἡγεμόνας προβεβλῆσθαι τῶν ἄλλων

    此句为带有介词 μετά 的冠词性不定式结构,支配中性单数属格冠词 τοῦ 以及完成时被动/中间位不定式 προβεβλῆσθαι,表伴随情况或附加理由(“再加上将领们突出于众人之前”)。τῶν ἄλλων 是由复合动词前缀 πρό- 所引出的比较/分离属格。

  2. 73πρὸς ἕνα τὸν ἰλάρχην ἀποβλεπόντων ἁπάντων

    此为属格独立结构(genitive absolute),由逻辑主语 ἁπάντων(全员)与现在分词 ἀποβλεπόντων(注视)构成,说明了主句不定式分句 τὰς ἀναστροφὰς εὐμαρεστέρας... γίνεσθαι(转向变得更为便利)的原因。

  3. 74ἀλλὰ γὰρ καὶ βλάβην ἐμποιεῖν οἶδε πλείω τῶν πολεμίων

    动词 οἶδε 与不定式 ἐμποιεῖν 连用,构成表示倾向或能力的惯用句式(“往往会造成/善于造成”)。πλείω(阴性单数宾格,为 πλείονα 之缩略形)修饰 βλάβην,其后的 τῶν πολεμίων 为比较属格,意为“比敌人(造成的)更多的损害”。

  4. 76τοῖς μέντοι ζυγεῖν ἅμα καὶ στοιχεῖν αὐτὸ προελομένοις

    τοῖς... προελομένοις 为不定过去中间位分词与格,作为行为者与格或关涉与格依存于被动主动词 τέτακται。不定式 ζυγεῖν 与 στοιχεῖν 作分词的宾语补足语,代词 αὐτό(指代菱形阵)则充当两个不定式在语义上的宾格主语(“对于那些选择使其同时成排成列的人而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:71-76