← 阿基米德

残篇

§1.2-1.3

通过截角正多面体构造半正多面体

梵蒂冈抄本《帕普斯集成》评注片段(§1.2)解释了几种半正多面体如何通过对正多面体进行边等分和切角(截角)来构造,而赫伦的片段(§1.3)则记载了柏拉图知晓两种十四面体,包括一种由土和空气构成的十四面体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2

α΄. ὀκτάεδρον ἔχει τρίγωνα δ΄, ἑξάγωνα δὲ δ΄, πλευρὰς ιη΄, γωνίας δὲ στερεὰς ιβ΄, ἑκάστη δὲ στερεὰ γωνία περιέχεται ὑπὸ γ΄ γωνιῶν ἐπιπέδων, ὧν δύο μὲν ἑξαγωνικαί, μία δὲ τριγωνική, ὥστε λείπειν τῶν δ΄ ὀρθῶν μιᾶς ὀρθῆς γωνίας δύο τριτημορίοις.1 τοῦτο γεννᾶται ἐκ τῆς πρώτης πυραμίδος διαιρουμένων τῶν πλευρῶν αὐτῆς εἰς γ΄ ἴσα καὶ διὰ τῶν τομῶν ἐπιπέδων ἐκβαλλομένων καὶ τῶν γωνιῶν ἐκπιπτουσῶν. β. τεσσαρεσκαιδεκάεδρον περιέχεται ὑπὸ μὲν τριγώνων η΄, ὑπὸ δὲ τετραγώνων ϛ΄, ἔχει δὲ πλευρὰς κδ΄, γωνίας δὲ στερεὰς ιβ΄, ἑκάστη δὲ στερεὰ γωνία περιέχεται ὑπὸ δ΄ γωνιῶν ἐπιπέδων, ὧν δύο μὲν τετραγωνικαί, β΄ δὲ τριγωνικαί, ὥστε λείπειν τῶν δ΄ ὀρθῶν μιᾶς γωνίας ὀρθῆς δύο τριτημορίοις. τοῦτο γεννᾶται ἐκ τοῦ κύβου διαιρουμένων δίχα τῶν πλευρῶν αὐτοῦ καὶ διὰ τῶν τομῶν ἐπιπέδων ἐκβαλλομένων, τῶν η΄ γωνιῶν ἐκπιπτουσῶν. γ. τεσσαρεσκαιδεκάεδρον περιέχεται ὑπὸ μὲν τετραγώνων ϛ΄, ὑπὸ δὲ ἑξαγώνων η΄, ἔχει δὲ πλευρὰς λϛ΄, γωνίας δὲ στερεὰς κδ΄, ἑκάστη δὲ στερεὰ γωνία περιέχεται ὑπὸ γ΄ γωνιῶν ἐπιπέδων, ὧν δύο μὲν ἑξαγωνικαί, μία δὲ τετραγωνική. τοῦτο γεννᾶται ἐκ τοῦ ὀκταέδρου τεμνομένης τρίχα ἑκάστης τῶν αὐτοῦ πλευρῶν καὶ διὰ τῶν τομῶν ἐπιπέδων ἐκβαλλομένων καὶ τῶν ϛ΄ γωνιῶν ἐκπιπτουσῶν. δ. τὸ δὲ τρίτον, ἐπεὶ περιέχεται τριγώνοις η΄ καὶ ὀκταγώνοις ϛ΄, ἕξει στερεὰς μὲν γωνίας κδ΄ (ἑκάστη δὲ περιέχεται ὑπὸ γ΄ γωνιῶν ἐπιπέδων, ὧν δύο ὀκταγωνικαί, μία δὲ τριγωνική), πλευρὰς δὲ ἔχει λϛ΄.) τοῦτο γεννᾶται ἐκ τοῦ κύβου τεμνομένης ἑκάστης αὐτοῦ πλευρᾶς οὕτως, ὥστε γίνεσθαι τρία τμήματα, ὧν τὸ μέσον ἑκατέρου τῶν ἄκρων διπλάσιόν ἐστιν δυνάμει.2 ε΄. ἑκκαιεικοσάεδρον γεννᾶται ἐκ τοῦ τεσσαρεσκαιδεκαέδρου τοῦ περιεχομένου ὑπὸ η΄ τριγώνων καὶ ϛ΄ τετραγώνων, τεμνομένης ἑκάστης αὐτοῦ πλευρᾶς δίχα καὶ διὰ τῶν τομῶν ἐκβαλλομένων ἐπιπέδων καί†. Ἀρχιμήδης δὲ τρισκαίδεκα ὅλα φησὶν εὑρίσκεσθαι σχήματα δυνάμενα ἐγγραφῆναι τῇ σφαίρᾳ προστιθεὶς ὀκτὼ μετὰ τὰ εἰρημένα πέντε.

​1. 八面体有4个三角形、4个六角形、18条边和12个立体角。每个立体角由3个平面角包围,其中两个是六角形的角,一个是三角形的角,因此比4个直角少一个直角的三分之二。这是由第一个棱锥产生的,其边被三等分,平面通过切口延伸,且角被切落。 2. 十四面体被8个三角形和6个正方形包围,有24条边和12个立体角。每个立体角由4个平面角包围,其中两个是正方形的角,两个是三角形的角,因此比4个直角少一个直角的三分之二。这是由立方体产生的,其边被平分,平面通过切口延伸,且8个角被切落。 3. 十四面体被6个正方形和8个六角形包围,有36条边和24个立体角。每个立体角由3个平面角包围,其中两个是六角形的角,一个是正方形的角。这是由八面体产生的,其各边被三等分,平面通过切口延伸,且6个角被切落。 4. 第三个由于被8个三角形和6个八角形包围,将有24个立体角。每个立体角由3个平面角包围,其中两个是八角形的角,一个是三角形的角;它有36条边。这是由立方体产生的,其各边以如下方式被切分:使得产生三个部分,其中中间的部分在二次方上是两端中每一个的两倍。 5. 二十六面体是由被8个三角形和6个正方形包围的十四面体产生的,其各边被平分,平面通过切口延伸,并且…… 阿基米德说,总共找到十三个能够内接于球的立体,在前述五个之外又加上了八个。

语法注2 条
  1. 1.2λείπειν τῶν δ΄ ὀρθῶν μιᾶς ὀρθῆς γωνίας δύο τριτημορίοις

    与 λείπειν(不足、不及)连用,比较的基准由属格 τῶν δ ὀρθῶν 表示,不足的对象由属格 μιᾶς ὀρθῆς γωνίας 表示,而差额的程度则由与格 δύο τριτημορίοις 表示。

  2. 1.2διπλάσιόν ἐστιν δυνάμει

    δυνάμει 意为“在二次方上”或“在平方上”。此处指一种几何分割,使得线段长度之比为中段的平方是两端平方的两倍(即 1 : √2 的比例关系)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(5 处,最近 2026-11-25)
  • 2026-11-25 AI校阅 — 译文 5 处
urn:cts:greekLit:tlg0552.tlg013.humanitext-grc1:1.2-1.3